Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

καὶ δὴ καὶ αὐταρκέστατος ἦν. Ἀλεξάνδρου γοῦν ποτὲ συχνὸν ἀργύριον ἀποστείλαντος αὐτῷ, τρισχιλίας Ἀττικὰς ἀφελὼν τὸ λοιπὸν ἀπέπεμψεν, εἰπὼν ἐκείνῳ πλειόνων δεῖν πλείονας τρέφοντι. ἀλλὰ καὶ 〈τὸ〉 ὑπʼ Ἀντιπάτρου πεμφθὲν μὴ προσέσθαι, ὥς φησι Μυρωνιανὸς ἐν Ὁμοίοις. καὶ χρυσῷ στεφάνῳ τιμηθέντα ἐπάθλῳ πολυποσίας τοῖς Χουσὶ παρὰ Διονυσίῳ ἐξιόντα θεῖναι πρὸς τὸν ἱδρυμένον Ἑρμῆν, ἔνθαπερ τιθέναι καὶ τοὺς ἀνθινοὺς εἰώθει. λόγος δὲ αὐτὸν μετὰ καὶ ἄλλων πεμφθῆναι πρεσβευτὴν πρὸς Φίλιππον· καὶ τοὺς μὲν δώροις μαλθασσομένους καὶ εἰς τὰς κλήσεις συνιέναι καὶ τῷ Φιλίππῳ λαλεῖν· τὸν δὲ μηδέτερον τούτων ποιεῖν. οὔτε γὰρ ὁ Φίλιππος αὐτὸν προσίετο διὰ τοῦτο.

ὅθεν ἐλθόντας τοὺς πρέσβεις εἰς τὰς Ἀθήνας φάσκειν ὡς μάτην αὐτοῖς Ξενοκράτης συνεληλύθοι· καὶ τοὺς ἑτοίμους εἶναι ζημιοῦν αὐτόν. μαθόντας δὲ παρʼ αὐτοῦ ὡς νῦν καὶ μᾶλλον φροντιστέον εἴη τῆς πόλεως αὐτοῖς 〈τοὺς μὲν γὰρ ᾔδει δωροδοκήσαντας ὁ Φίλιππος,

V1_384
ἐμὲ δὲ μηδενὶ λόγῳ ὑπαξόμενοσ〉 φασὶ διπλασίως αὐτὸν τιμῆσαι. καὶ τὸν Φίλιππον δὲ λέγειν ὕστερον ὡς μόνος εἴη Ξενοκράτης τῶν πρὸς αὐτὸν ἀφιγμένων ἀδωροδόκητος. ἀλλὰ καὶ πρεσβεύων πρὸς Ἀντίπατρον περὶ αἰχμαλώτων Ἀθηναίων κατὰ τὸν Λαμιακὸν πόλεμον, καὶ κληθεὶς ἐπὶ δεῖπνον πρὸς αὐτὸν προηνέγκατο ταυτί·
    ὦ Κίρκη, τίς γάρ κεν ἀνήρ, ὃς ἐναίσιμος εἴη,
  1. πρὶν τλαίη πάσσασθαι ἐδητύος ἠδὲ ποτῆτος,
  2. πρὶν λύσασθʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;
καὶ τὸν ἀποδεξάμενον τὴν εὐστοχίαν εὐθὺς ἀφεῖναι.

Στρουθίου δέ ποτε διωκομένου ὑπὸ ἱέρακος καὶ εἰσπηδήσαντος εἰς τοὺς κόλπους αὐτοῦ, καταψήσας μεθῆκεν, εἰπὼν τὸν ἱκέτην δεῖν μὴ ἐκδιδόναι. σκωπτόμενος ὑπὸ Βίωνος οὐκ ἔφη αὐτῷ ἀποκρινεῖσθαι· μηδὲ γὰρ τὴν τραγῳδίαν ὑπὸ τῆς κωμῳδίας σκωπτομένην ἀποκρίσεως ἀξιοῦν. πρὸς δὲ τὸν μήτε μουσικὴν μήτε γεωμετρίαν μήτε ἀστρονομίαν μεμαθηκότα, βουλόμενον δὲ παρʼ αὐτὸν φοιτᾶν, πορεύου, ἔφη· λαβὰς γὰρ οὐκ ἔχεις φιλοσοφίας. οἱ δὲ τοῦτό φασιν εἰπεῖν, παρʼ ἐμοὶ γὰρ πόκος οὐ κνάπτεται.

Εἰπόντος δὲ Διονυσίου πρὸς Πλάτωνα ὡς ἀφαιρήσεται αὐτοῦ τὸν τράχηλον, παρὼν οὗτος καὶ δείξας τὸν ἴδιον, οὐκ ἄν γε, ἔφη, τὶς πρότερον τούτου. φασὶ καὶ Ἀντιπάτρου ποτὲ ἐλθόντος εἰς Ἀθήνας καὶ ἀσπασαμένου αὐτόν, μὴ πρότερον ἀντιπροσαγορεῦσαι πρὶν ἢ τὸν λόγον ὃν ἔλεγε διαπεράνασθαι. ἀτυφότατος δὲ ὢν πολλάκις τῆς

V1_386
ἡμέρας ἑαυτῷ ἐμελέτα, καὶ ὥραν μίαν, φασὶν, ἀπένεμε σιωπῇ.

Καὶ πλεῖστα ὅσα καταλέλοιπε συγγράμματα καὶ ἔπη καὶ παραινέσεις, ἅ ἐστι ταῦτα·

  • Περὶ φύσεως α′ β′ γ′ δ′ ε′ ς′.
  • Περὶ σοφίας ς′.
  • Περὶ πλούτου α′.
  • Ἀρκὰς α′.
  • Περὶ τοῦ ἀορίστου α′.
  • Περὶ τοῦ παιδίου α′.
  • Περὶ ἐγκρατείας α′.
  • Περὶ τοῦ ὠφελίμου α′.
  • Περὶ τοῦ ἐλευθέρου α′.
  • Περὶ θανάτου α′.
  • Περὶ ἑκουσίου α′.
  • Περὶ φιλίας α′ β′.
  • Περὶ ἐπιεικείας α′.
  • Περὶ τοῦ ἐναντίου α′ β′.
  • Περὶ εὐδαιμονίας α′ β′.
  • Περὶ τοῦ γράφειν α′.
  • Περὶ μνήμης α′.
  • Περὶ τοῦ ψεύδους α′.
  • Καλλικλῆς α′.
  • Περὶ φρονήσεως α′ β′.
  • Οἰκονομικὸς α′.
  • Περὶ σωφροσύνης α′.
  • Περὶ δυνάμεως νόμου α′.
  • Περὶ πολιτείας α′.
  • Περὶ ὁσιότητος α′.
  • Ὅτι παραδοτὴ ἡ ἀρετὴ α′.
  • Περὶ τοῦ ὄντος α′.
  • Περὶ εἱμαρμένης α′.
  • V1_388
  • Περὶ παθῶν α.
  • Περὶ βίων α′.
  • Περὶ ὁμονοίας α′
  • Περὶ μαθητῶν α′ β′.
  • Περὶ δικαιοσύνης α′.
  • Περὶ ἀρετῆς α′ β′.
  • Περὶ εἰδῶν α′.
  • Περὶ ἡδονῆς α′ β′.
  • Περὶ βίου α′.
  • Περὶ ἀνδρείας α′.
  • Περὶ τοῦ ἑνὸς α′.
  • Περὶ ἰδεῶν α′.