Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

καὶ πρώτην μὲν τιθέασιν ἧς ἡγεῖται Πολιτεία Τίμαιος Κριτίας· δευτέραν Σοφιστὴς Πολιτικὸς Κρατύλος· τρίτην Νόμοι Μίνως Ἐπινομίς· τετάρτην Θεαίτητος Εὐθύφρων Ἀπολογία· πέμπτην Κρίτων Φαίδων Ἐπιστολαί. τὰ δʼ ἄλλα καθʼ ἓν καὶ ἀτάκτως. ἄρχονται δὲ οἱ μέν, ὡς προείρηται, ἀπὸ τῆς Πολιτείας· οἱ δʼ ἀπὸ Ἀλκιβιάδου τοῦ μείζονος· οἱ δʼ ἀπὸ Θεάγους· ἔνιοι δὲ Εὐθύφρονος· ἄλλοι Κλειτοφῶντος· τινὲς Τιμαίου· οἱ δʼ ἀπὸ Φαίδρου· ἕτεροι Θεαιτήτου· πολλοὶ δὲ 〈ἀπʼ〉 Ἀπολογίας τὴν ἀρχὴν ποιοῦνται. νοθεύονται δὲ τῶν διαλόγων ὁμολογουμένως Μίδων ἢ Ἱπποτρόφος, Ἐρυξίας ἢ

V1_332
Ἐρασίστρατος, Ἀλκύων, Ἀκέφαλοι ἢ Σίσυφος, Ἀξίοχος, Φαίακες, Δημόδοκος, Χελιδών, Ἑβδόμη, Ἐπιμενίδης· ὧν ἡ Ἀλκυὼν Λέοντός τινος εἶναι δοκεῖ, καθά φησι Φαβωρῖνος ἐν τῷ πέμπτῳ τῶν Ἀπομνημονευμάτων.

Ὀνόμασι δὲ κέχρηται ποικίλοις πρὸς τὸ μὴ εὐσύνοπτον εἶναι τοῖς ἀμαθέσι τὴν πραγματείαν· ἰδιαίτατα μὲν σοφίαν ἡγεῖται εἶναι τὴν τῶν νοητῶν καὶ ὄντως ὄντων ἐπιστήμην, ἥν φησι περὶ θεὸν καὶ ψυχὴν σώματος κεχωρισμένην. ἰδίᾳ δὲ σοφίαν καὶ τὴν φιλοσοφίαν καλεῖ, ὄρεξιν οὖσαν τῆς θείας σοφίας. κοινῶς δὲ λέγεται παρʼ αὐτῷ σοφία καὶ ἡ πᾶσα ἐμπειρία, οἷον ὅταν σοφὸν λέγῃ τὸν δημιουργόν. χρῆται δὲ καὶ ἐπὶ διαφερόντως σημαινομένων τοῖς αὐτοῖς ὀνόμασιν. ὁ γοῦν φαῦλος λέγεται παρʼ αὐτῷ καὶ ἐπὶ τοῦ ἁπλοῦ, ὡς καὶ παρὰ Εὐριπίδῃ ἐν Λικυμνίῳ φέρεται ἐπὶ τοῦ Ἡρακλέους οὑτωσί·

    φαῦλον, ἄκομψον, τὰ μέγιστʼ ἀγαθόν,
  1. πᾶσαν ἐν ἔργῳ περιταμνόμενον
  2. σοφίαν, λέσχης ἀτρίβωνα.

χρῆται δὲ ὁ Πλάτων ἐνίοτε αὐτῷ καὶ ἐπὶ τοῦ κακοῦ· ἔστι δʼ ὅτε καὶ ἐπὶ τοῦ μικροῦ. πολλάκις δὲ καὶ διαφέρουσιν ὀνόμασιν ἐπὶ τοῦ αὐτοῦ σημαινομένου χρῆται. τὴν γοῦν ἰδέαν καὶ εἶδος ὀνομάζει καὶ γένος καὶ παράδειγμα καὶ ἀρχὴν καὶ αἴτιον. χρῆται δὲ καὶ ταῖς ἐναντίαις φωναῖς ἐπὶ τοῦ αὐτοῦ. τὸ γοῦν αἰσθητὸν καὶ ὂν καλεῖ καὶ μὴ ὄν· ὂν μὲν

V1_334
διὰ τὸ γένεσιν αὐτοῦ εἶναι, μὴ ὂν δὲ διὰ τὴν συνεχῆ μεταβολήν. καὶ τὴν ἰδέαν οὔτε κινούμενον οὔτε μένον· καὶ ταὐτὸ καὶ ἓν καὶ πολλά. τὸ δʼ αὐτὸ καὶ ἐπὶ πλειόνων εἴθισται ποιεῖν.

Ἔστι δὲ ἡ ἐξήγησις αὐτοῦ τῶν λόγων τριπλῆ· πρῶτον μὲν γὰρ ἐκδιδάξαι χρὴ ὅ τι ἐστὶν ἕκαστον τῶν λεγομένων· ἔπειτα, τίνος εἵνεκα λέλεκται, πότερα κατὰ προηγούμενον ἢ ἐν εἰκόνος μέρει, καὶ 〈εἰ〉 εἰς δογμάτων κατασκευὴν ἢ εἰς ἔλεγχον τοῦ προσδιαλεγομένου· τὸ δὲ τρίτον, εἰ ὀρθῶς λέλεκται.

Ἐπεὶ δὲ καὶ σημεῖά τινα τοῖς βιβλίοις αὐτοῦ παρατίθενται, φέρε καὶ περὶ τούτων τι εἴπωμεν. Χῖ λαμβάνεται πρὸς τὰς λέξεις καὶ τὰ σχήματα καὶ ὅλως τὴν Πλατωνικὴν συνήθειαν· διπλῆ πρὸς τὰ δόγματα καὶ τὰ ἀρέσκοντα Πλάτωνι·

Χῖ περιεστιγμένον πρὸς τὰς ἐκλογὰς καὶ καλλιγραφίας· διπλῆ περιεστιγμένη πρὸς τὰς ἐνίων διορθώσεις· ὀβελὸς περιεστιγμένος πρὸς τὰς εἰκαίους ἀθετήσεις· ἀντίσιγμα περιεστιγμένον πρὸς τὰς διττὰς χρήσεις καὶ μεταθέσεις τῶν γραφῶν· κεραύνιον πρὸς τὴν ἀγωγὴν τῆς φιλοσοφίας· ἀστερίσκος πρὸς τὴν συμφωνίαν τῶν δογμάτων· ὀβελὸς πρὸς τὴν ἀθέτησιν. τὰ μὲν σημεῖα ταῦτα καὶ τὰ βιβλία τοσαῦτα· ἅπερ Ἀντίγονός φησιν ὁ Καρύστιος ἐν τῷ Περὶ Ζήνωνος νεωστὶ ἐκδοθέντα εἴ τις ἤθελε διαναγνῶναι, μισθὸν ἐτέλει τοῖς κεκτημένοις.