Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

καὶ τὸ ἐν Εἰρεσιδῶν χωρίον, ὃ παρὰ Καλλιμάχου ἐπριάμην, ᾧ γείτων βορρᾶθεν Εὐρυμέδων Μυρρινούσιος, νοτόθεν δὲ Δημόστρατος Ξυπεταιών, πρὸς ἡλίου ἀνιόντος Εὐρυμέδων Μυρρινούσιος, πρὸς ἡλίου δυομένου Κηφισός. ἀργυρίου μνᾶς τρεῖς. φιάλην ἀργυρᾶν ἕλκουσαν ρξεʼ, κυμβίον ἄγον μεʼ, δακτύλιον χρυσοῦν καὶ ἐνώτιον χρυσοῦν ἄγοντα συνάμφω δʼ δραχμάς, ὀβολοὺς γʼ. Εὐκλείδης ὁ λιθοτόμος ὀφείλει μοι τρεῖς μνᾶς. Ἄρτεμιν ἀφίημι ἐλευθέραν. οἰκέτας καταλείπω Τύχωνα Βίκταν Ἀπολλωνίδην Διονύσιον.

σκεύη 〈. . . . .〉 τὰ γεγραμμένα, ὧν ἔχει ἀντίγραφα Δημήτριος. ὀφείλω δʼ οὐδενὶ οὐθέν. ἐπίτροποι Λεωσθένης Σπεύσιππος Δημήτριος Ἡγίας Εὐρυμέδων Καλλίμαχος Θράσιππος.

Καὶ διέθετο μὲν οὕτως. ἐπεγράφη δʼ αὐτοῦ τῷ τάφῳ ἐπιγράμματα τάδε· πρῶτον·

    σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳ
  1. ἐνθάδε δὴ κεῖται θεῖος Ἀριστοκλέης·
  2. εἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον
  3. τοῦτον ἔχει πλεῖστον καὶ φθόνος οὐχ ἕπεται.

ἕτερον δέ·

    γαῖα μὲν ἐν κόλπῳ κρύπτει τόδε σῶμα Πλάτωνος,
  1. ψυχὴ δʼ ἀθάνατον τάξιν ἔχει μακάρων
    V1_316
  2. υἱοῦ Ἀρίστωνος, τόν τις καὶ τηλόθι ναίων
  3. τιμᾷ ἀνὴρ ἀγαθὸς θεῖον ἰδόντα βίον.
καὶ ἄλλο νεώτερον·
    αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον; ἦ τινος, εἰπέ,
  1. ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις;
  2. —ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπον
  3. εἰκών, σῶμα δὲ 〈γῆ〉 γηγενὲς Ἀτθὶς ἔχει.

ἔστι καὶ ἡμέτερον οὕτως ἔχον·

    καὶ πῶς εἰ μὴ Φοῖβος ἀνʼ Ἑλλάδα φῦσε Πλάτωνα,
  1. ψυχὰς ἀνθρώπων γράμμασιν ἠκέσατο;
  2. καὶ γὰρ ὁ τοῦδε γεγὼς Ἀσκληπιός ἐστιν ἰητὴρ
  3. σώματος, ὡς ψυχῆς ἀθανάτοιο Πλάτων.
καὶ ἄλλο, ὡς ἐτελεύτα·
    Φοῖβος ἔφυσε βροτοῖς Ἀσκληπιὸν ἠδὲ Πλάτωνα,
  1. τὸν μὲν ἵνα ψυχήν, τὸν δʼ ἵνα σῶμα σάοι.
  2. δαισάμενος δὲ γάμον πόλιν ἤλυθεν, ἣν ποθʼ ἑαυτῷ
  3. ἔκτισε καὶ δαπέδῳ Ζηνὸς ἐνιδρύσατο.
καὶ τὰ μὲν ἐπιγράμματα ταῦτα.

Μαθηταὶ δʼ αὐτοῦ Σπεύσιππος Ἀθηναῖος, Ξενοκράτης Καλχηδόνιος, Ἀριστοτέλης Σταγειρίτης, Φίλιππος Ὀπούντιος, Ἑστιαῖος Περίνθιος, Δίων Συρακόσιος, Ἄμυκλος Ἡρακλεώτης, Ἔραστος καὶ Κορίσκος Σκήψιοι, Τιμόλαος Κυζικηνός, Εὐαίων Λαμψακηνός, Πύθων καὶ Ἡρακλείδης Αἴνιοι, Ἱπποθάλης καὶ Κάλλιππος Ἀθηναῖοι, Δημήτριος Ἀμφιπολίτης, Ἡρακλείδης Ποντικὸς καὶ ἄλλοι πλείους, σὺν οἷς καὶ γυναῖκες δύο Λασθένεια Μαντινικὴ καὶ Ἀξιοθέα Φλειασία ἣ καὶ ἀνδρεῖα ἠμπίσχετο, ὥς φησι Δικαίαρχος. ἔνιοι δὲ καὶ Θεόφραστον ἀκοῦσαί φασιν αὐτοῦ· καὶ

V1_318
Ὑπερίδην τὸν ῥήτορα Χαμαιλέων φησὶ καὶ Λυκοῦργον.