Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

ἔνιοι δʼ οὕτως ἀποκρίνασθαι, ὁπότε μὲν σοφίας ἐδεόμην, ἧκον παρὰ τὸν Σωκράτην· νῦν δὲ χρημάτων δεόμενος παρὰ σὲ ἥκω. κατεγίνωσκε τῶν ἀνθρώπων ὡς τὰ σκεύη μὲν ἐν ταῖς ἀγορασίαις κομπούντων, τοὺς δὲ βίους εἰκῆ δοκιμαζόντων· οἱ δὲ τοῦτο Διογένους φασί. καί ποτε παρὰ πότον κελεύσαντος Διονυσίου ἕκαστον ἐν πορφυρᾷ ἐσθῆτι ὀρχήσασθαι, τὸν μὲν Πλάτωνα μὴ προσέσθαι, εἰπόντα·

οὐκ ἂν δυναίμην θῆλυν ἐνδῦναι στολήν·
τὸν δʼ Ἀρίστιππον λαβόντα καὶ μέλλοντα ὀρχήσασθαι εὐστόχως εἰπεῖν·
    καὶ γὰρ ἐν βακχεύμασιν
  1. οὖσʼ ἥ γε σώφρων οὐ διαφθαρήσεται.

Δεόμενός ποτε ὑπὲρ φίλου Διονυσίου καὶ μὴ ἐπιτυγχάνων εἰς τοὺς πόδας αὐτοῦ ἔπεσε· πρὸς οὖν τὸν ἐπισκώψαντα, οὐκ ἐγώ, φησίν, αἴτιος, ἀλλὰ Διονύσιος ὁ ἐν τοῖς ποσὶ τὰς ἀκοὰς ἔχων. διατρίβων ἐν Ἀσίᾳ καὶ ληφθεὶς ὑπὸ Ἀρταφέρνου τοῦ σατράπου πρὸς τὸν εἰπόντα, καὶ ὧδε θαρρεῖς,

V1_208
πότε γάρ, εἶπεν, ὦ μάταιε, θαρρήσαιμι ἀν μᾶλλον ἢ νῦν, ὅτε μέλλω Ἀρταφέρνῃ διαλέξεσθαι; τοὺς τῶν ἐγκυκλίων παιδευμάτων μετασχόντας, φιλοσοφίας δὲ ἀπολειφθέντας ὁμοίους ἔλεγεν εἶναι τοῖς τῆς Πηνελόπης μνηστῆρσι· καὶ γὰρ ἐκείνους Μελανθὼ μὲν καὶ Πολυδώραν καὶ τὰς ἄλλας θεραπαίνας ἔχειν, πάντα δὲ μᾶλλον ἢ αὐτὴν τὴν δέσποιναν δύνασθαι γῆμαι.

τὸ δʼ ὅμοιον καὶ Ἀρίστων· τὸν γὰρ Ὀδυσσέα καταβάντα εἰς ᾅδου τοὺς μὲν νεκροὺς πάντας σχεδὸν ἑωρακέναι καὶ συντετυχηκέναι, τὴν δὲ βασίλισσαν αὐτὴν μὴ τεθεᾶσθαι.

Ὁ δʼ οὖν Ἀρίστιππος ἐρωτηθεὶς τίνα ἐστὶν ἃ δεῖ τοὺς καλοὺς παῖδας μανθάνειν, ἔφη, οἷς ἄνδρες γενόμενοι χρήσονται. πρὸς τὸν εἰπόντα ἐν αἰτίᾳ ὡς ἀπὸ Σωκράτους πρὸς Διονύσιον ἔλθοι, ἀλλὰ πρὸς Σωκράτην μέν, εἶπεν, ἦλθον παιδείας ἕνεκεν, πρὸς δὲ Διονύσιον παιδιᾶς. ἐξ ὁμιλίας αὐτῷ χρηματισαμένῳ φησὶ Σωκράτης, πόθεν σοι τοσαῦτα; καὶ ὅς, ὅθεν σοι τὰ ὀλίγα.

Ἑταίρας εἰπούσης πρὸς αὐτόν, ἐκ σοῦ κυῶ, οὐ μᾶλλον, ἔφη, γινώσκεις ἢ εἰ διʼ ὁλοσχοίνων ἰοῦσα ἔφασκες ὑπὸ τοῦδε κεκεντῆσθαι. ᾐτιάσατό τις αὐτὸν τὸν υἱὸν ἀπορριπτοῦντα ὥσπερ οὐκ ἐξ ἑαυτοῦ γεγονότα· καὶ ὅς, καὶ τὸ φλέγμα, φησί, καὶ τοὺς φθεῖρας ἐξ ἡμῶν ἴσμεν γεννωμένους, ἀλλʼ ἀχρεῖα ὄντα ὡς πορρωτάτω ῥιπτοῦμεν. ἐκδεξάμενος τὸ ἀργύριον παρὰ Διονυσίου, Πλάτωνος ἄραντος βιβλίον, πρὸς τὸν αἰτιασάμενον,

V1_210
ἐγω μὲν γάρ, εἶπεν, ἀργυρίων, Πλάτων δὲ βιβλίων ἐστὶν ἐνδεής. πρὸς τὸν εἰπόντα τίνος ἕνεκα ἐλέγχεται παρὰ Διονυσίου, οὗ ἕνεκα, φησίν, οἱ ἄλλοι ἐλέγχουσιν.

Ἤιτει Διονύσιον ἀργύριον, καὶ ὅς, ἀλλὰ μὴν ἔφης οὐκ ἀπορήσειν τὸν σοφόν· ὁ δʼ ὑπολαβών, δός, εἶπε, καὶ περὶ τούτου ζητῶμεν. δόντος δέ, ὁρᾷς, ἔφη, ὅτι οὐκ ἠπόρηκα; εἰπόντος πρὸς αὐτὸν Διονυσίου·

    ὅστις γὰρ ὡς τύραννον ἐμπορεύεται,
  1. κείνου 〉στὶ δοῦλος, κἂν ἐλεύθερος μόλῃ·
ὑπολαβών,
οὐκ ἔστι δοῦλος, ἂν ἐλεύθερος μόλῃ.
τοῦτο Διοκλῆς φησιν ἐν τῷ Περὶ βίων φιλοσόφων· ἄλλοι γὰρ εἰς Πλάτωνα ἀναφέρουσιν. ὀργισθεὶς πρὸς Αἰσχίνην μετʼ οὐ πολύ, οὐ διαλλαχθησόμεθα, οὐ παυσόμεθα, εἶπε, ληροῦντες, ἀλλʼ ἀναμενεῖς ἕως ἂν ἐπὶ τῆς κύλικος ἡμᾶς διαλλάξῃ τις; καὶ ὅς, ἄσμενος, ἔφη·

μνημόνευε τοίνυν, εἶπεν ὁ Ἀρίστιππος, ὅτι σοι πρότερος πρεσβύτερος ὢν προσῆλθον. καὶ ὁ Αἰσχίνης, εὖγε, νὴ τὴν Ἥραν, εὐλόγως εἶπας, ἐπεὶ πολλῷ μου βελτίων ὑπάρχεις· ἐγὼ μὲν γὰρ ἔχθρας, σὺ δὲ φιλίας ἄρχεις. καὶ ταῦτα μὲν εἰς αὐτὸν ἀναφέρεται.

Γεγόνασι δʼ Ἀρίστιπποι τέσσαρες· περὶ οὗ τε ὁ λόγος καὶ δεύτερος ὁ τὰ περὶ Ἀρκαδίας γεγραφώς·

V1_212
τρίτος ὁ μητροδίδακτος, θυγατριδοῦς τοῦ πρώτου· τέταρτος ὁ ἐκ τῆς νεωτέρας Ἀκαδημείας.

Τοῦ δὲ Κυρηναϊκοῦ φιλοσόφου φέρεται βιβλία τρία μὲν ἱστορίας τῶν κατὰ Λιβύην, ἀπεσταλμένα Διονυσίῳ· ἓν δὲ ἐν ᾧ διάλογοι πέντε καὶ εἴκοσιν, οἱ μὲν Ἀτθίδι, οἱ δὲ Δωρίδι διαλέκτῳ γεγραμμένοι οἵδε·

  • Ἀρτάβαζος.
  • Πρὸς τοὺς ναυαγούς.
  • Πρὸς τοὺς φυγάδας.
  • Πρὸς πτωχόν.
  • Πρὸς Λαΐδα.
  • Πρὸς Πῶρον.
  • Πρὸς Λαΐδα περὶ τοῦ κατόπτρου.
  • Ἑρμείας.
  • Ἐνύπνιον.
  • Πρὸς τὸν ἐπὶ τῆς κύλικος.
  • Φιλόμηλος.
  • Πρὸς τοὺς οἰκείους.
  • Πρὸς τοὺς ἐπιτιμῶντας ὅτι κέκτηται οἶνον παλαιὸν καὶ ἑταίρας.
  • Πρὸς τοὺς ἐπιτιμῶντας ὅτι πολυτελῶς ὀψωνεῖ.
  • Ἐπιστολὴ πρὸς Ἀρήτην τὴν θυγατέρα.
  • Πρὸς τὸν εἰς Ὀλυμπίαν γυμνάζοντα ἑαυτόν.
  • Ἐρώτησις.
  • Ἄλλη Ἐρώτησις.
  • Χρεία πρὸς Διονύσιον.
  • Ἄλλη ἐπὶ τῆς εἰκόνος.
  • Ἄλλη ἐπὶ τῆς Διονυσίου θυγατρός.
  • Πρὸς τὸν οἰόμενον ἀτιμάζεσθαι.
  • Πρὸς τὸν συμβουλεύειν ἐπιχειροῦντα.
  • Ἔνιοι δὲ καὶ διατριβῶν αὐτόν φασιν ἓξ γεγραφέναι,

    V1_214
    οἱ δʼ οὐδʼ ὅλως γράψαι· ὧν ἐστι καὶ Σωσικράτης ὁ Ῥόδιος.