Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν ἐπιγράμματα τοῦτον ἔχοντα τὸν τρόπον·

    οὐ μόνον εἰς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον,
  1. ἀλλʼ ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι.
    V1_188
  2. παιδείης γὰρ ἑῆς Ἑλληνικὰ πράγματα δείξας,
  3. ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.
ἄλλο, ὡς ἐτελεύτα·
    εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται
  1. φεύγειν κατέγνων, τοῦ φίλου χάριν Κύρου·
  2. ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν
  3. οὕτως ἀρέσκῃ· κεῖθι καὶ μένειν ἔγνως.

Εὗρον δʼ ἀλλαχόθι ἀκμάσαι αὐτὸν περὶ τὴν ἐνάτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα σὺν τοῖς ἄλλοις Σωκρατικοῖς, καὶ Ἴστρος φησὶν αὐτὸν φυγεῖν κατὰ ψήφισμα Εὐβούλου, καὶ κατελθεῖν κατὰ ψήφισμα τοῦ αὐτοῦ.

Γεγόνασι δὲ Ξενοφῶντες ἑπτά· πρῶτος αὐτὸς οὗτος· δεύτερος Ἀθηναῖος, ἀδελφὸς Πυθοστράτου τοῦ τὴν Θησηΐδα πεποιηκότος, γεγραφὼς ἄλλα τε καὶ βίον Ἐπαμεινώνδου καὶ Πελοπίδου· τρίτος ἰατρὸς Κῷος· τέταρτος ἱστορίαν Ἀννιβαϊκὴν γεγραφώς· πέμπτος μυθώδη τερατείαν πεπραγματευμένος· ἕκτος Πάριος, ἀγαλματοποιός· ἕβδομος κωμῳδίας ἀρχαίας ποιητής.

Αἰσχίνης Χαρίνου τοῦ ἀλλαντοποιοῦ, οἱ δὲ Λυσανίου, Ἀθηναῖος, ἐκ νέου φιλόπονος· διὸ καὶ Σωκράτους οὐκ ἀπέστη. ὅθεν ἔλεγε, μόνος ἡμᾶς οἶδε τιμᾶν ὁ τοῦ ἀλλαντοποιοῦ. τοῦτον ἔφη

V1_190
Ἰδομενεὺς ἐν τῷ δεσμωτηρίῳ συμβουλεῦσαι περὶ τῆς φυγῆς Σωκράτει, καὶ οὐ Κρίτωνα· Πλάτωνα δέ, ὅτι ἦν Ἀριστίππῳ μᾶλλον φίλος, Κρίτωνι περιθεῖναι τοὺς λόγους. διεβάλλετο δʼ ὁ Αἰσχίνης καὶ μάλισθʼ ὑπὸ Μενεδήμου τοῦ Ἐρετριέως ὡς τοὺς πλείστους διαλόγους ὄντας Σωκράτους ὑποβάλλοιτο, λαμβάνων παρὰ Ξανθίππης· ὧν οἱ μὲν καλούμενοι ἀκέφαλοι σφόδρʼ εἰσὶν ἐκλελυμένοι καὶ οὐκ ἐπιφαίνοντες τὴν Σωκρατικὴν εὐτονίαν· οὓς καὶ Πεισίστρατος ὁ Ἐφέσιος ἔλεγε μὴ εἶναι Αἰσχίνου.

καὶ τῶν ἑπτὰ δὲ τοὺς πλείστους Περσαῖός φησι Πασιφῶντος εἶναι τοῦ Ἐρετρικοῦ, εἰς τοὺς Αἰσχίνου δὲ κατατάξαι. ἀλλὰ καὶ τῶν Ἀντισθένους τόν τε μικρὸν Κῦρον καὶ τὸν Ἡρακλέα τὸν ἐλάσσω καὶ Ἀλκιβιάδην καὶ τοὺς τῶν ἄλλων δὲ ἐσκευώρηται. οἱ δʼ οὖν τῶν Αἰσχίνου τὸ Σωκρατικὸν ἦθος ἀπομεμαγμένοι εἰσὶν ἑπτά· πρῶτος Μιλτιάδης, διὸ καὶ ἀσθενέστερόν πως ἔχει· Καλλίας, Ἀξίοχος, Ἀσπασία, Ἀλκιβιάδης, Τηλαύγης, Ῥίνων.

Φασὶ δʼ αὐτὸν διʼ ἀπορίαν ἐλθεῖν εἰς Σικελίαν πρὸς Διονύσιον, καὶ ὑπὸ μὲν Πλάτωνος παροφθῆναι, ὑπὸ δʼ Ἀριστίππου συστῆναι· δόντα τέ τινας τῶν διαλόγων δῶρα λαβεῖν.

ἔπειτʼ ἀφικόμενον Ἀθήναζε μὴ τολμᾶν σοφιστεύειν, εὐδοκιμούντων τότε τῶν περὶ Πλάτωνα καὶ Ἀρίστιππον. ἐμμίσθους δʼ ἀκροάσεις ποιεῖσθαι· εἶτα συγγράφειν λόγους δικανικοὺς τοῖς ἀδικουμένοις· διὸ καὶ τὸν Τίμωνα εἰπεῖν ἐπʼ αὐτοῦ ἤτʼ Αἰσχίνου οὐκ ἀπιθὴς 〈ἴσ〉 γράψαι. φασὶ δʼ αὐτῷ λέγειν Σωκράτην, ἐπειδήπερ

V1_192
ἐπιέζετο ὑπὸ πενίας, παρʼ ἑαυτοῦ δανείζεσθαι τῶν σιτίων ὑφαιροῦντα. τούτου τοὺς διαλόγους καὶ Ἀρίστιππος ὑπώπτευεν. ἐν γοῦν Μεγάροις ἀναγινώσκοντος αὐτοῦ φασι σκῶψαι εἰπόντα, πόθεν σοι, λῃστά, ταῦτα;

Φησὶ δὲ Πολύκριτος ὁ Μενδαῖος ἐν τῷ πρώτῳ τῶν περὶ Διονύσιον ἄχρι τῆς ἐκπτώσεως συμβιῶναι αὐτὸν τῷ τυράννῳ καὶ ἕως τῆς Δίωνος εἰς Συρακούσας καθόδου, λέγων εἶναι σὺν αὐτῷ καὶ Καρκίνον τὸν τραγῳδιοποιόν. φέρεται δὲ καὶ ἐπιστολὴ πρὸς Διονύσιον Αἰσχίνου. ἦν δὲ καὶ ἐν τοῖς ῥητορικοῖς ἱκανῶς γεγυμνασμένος· ὡς δῆλον ἔκ τε τῆς ἀπολογίας τοῦ πατρὸς Φαίακος τοῦ στρατηγοῦ καὶ Δίωνος. μάλιστα δὲ μιμεῖται Γοργίαν τὸν Λεοντῖνον. καὶ Λυσίας δὲ κατʼ αὐτοῦ γέγραφε λόγον, [περὶ] συκοφαντίας ἐπιγράψας· ἐξ ὧν δῆλον ὅτι καὶ ῥητορικός τις ἦν. γνώριμος δʼ αὐτοῦ φέρεται εἷς, Ἀριστοτέλης ὁ Μῦθος ἐπικληθείς.

Πάντων μέντοι τῶν Σωκρατικῶν διαλόγων Παναίτιος ἀληθεῖς εἶναι δοκεῖ τοὺς Πλάτωνος, Ξενοφῶντος, Ἀντισθένους, Αἰσχίνου· διστάζει δὲ περὶ τῶν Φαίδωνος καὶ Εὐκλείδου, τοὺς δὲ ἄλλους ἀναιρεῖ πάντας.

Γεγόνασι δʼ Αἰσχίναι ὀκτώ· πρῶτος αὐτὸς οὗτος· δεύτερος δʼ ὁ τὰς τέχνας γεγραφὼς τὰς ῥητορικάς· τρίτος ὁ ῥήτωρ ὁ κατὰ Δημοσθένην· τέταρτος Ἀρκάς, μαθητὴς Ἰσοκράτους· πέμπτος ὁ Μυτιληναῖος, ὃν καὶ ῥητορομάστιγα ἐκάλουν· ἕκτος Νεαπολίτης, φιλόσοφος Ἀκαδημαϊκός, Μελανθίου τοῦ Ῥοδίου μαθητὴς καὶ παιδικά· ἕβδομος Μιλήσιος, πολιτικὸς συγγραφεύς· ὄγδοος ἀνδριαντοποιός.

V1_194

Ἀρίστιππος τὸ μὲν γένος ἦν Κυρηναῖος, ἀφιγμένος δʼ Ἀθήναζε, καθά φησιν Αἰσχίνης, κατὰ κλέος Σωκράτους. οὗτος σοφιστεύσας, ὥς φησι φανίας ὁ περιπατητικὸς ὁ Ἐρέσιος, πρῶτος τῶν Σωκρατικῶν μισθοὺς εἰσεπράξατο καὶ ἀπέστειλε χρήματα τῷ διδασκάλῳ. καί ποτε πέμψας αὐτῷ μνᾶς εἴκοσι παλινδρόμους ἀπέλαβεν, εἰπόντος Σωκράτους τὸ δαιμόνιον αὐτῷ μὴ ἐπιτρέπειν· ἐδυσχέραινε γὰρ ἐπὶ τούτῳ. Ξενοφῶν τʼ εἶχε πρὸς αὐτὸν δυσμενῶς· διὸ καὶ τὸν κατὰ τῆς ἡδονῆς λόγον Σωκράτει κατʼ Ἀριστίππου περιτέθεικεν. οὐ μὴν ἀλλὰ καὶ Θεόδωρος ἐν τῷ Περὶ αἱρέσεων ἐκάκισεν αὐτὸν καὶ Πλάτων ἐν τῷ Περὶ ψυχῆς, ὡς ἐν ἄλλοις εἰρήκαμεν.

Ἦν δὲ ἱκανὸς ἁρμόσασθαι καὶ τόπῳ καὶ χρόνῳ καὶ προσώπῳ, καὶ πᾶσαν περίστασιν ἁπμοδίως ὑποκρίνασθαι· διὸ καὶ παρὰ Διονυσίῳ τῶν ἄλλων εὐδοκίμει μᾶλλον, ἀεὶ τὸ προσπεσὸν εὖ διατιθέμενος. ἀπέλαυε μὲν γὰρ ἡδονῆς τῶν παρόντων, οὐκ ἐθήρα δὲ πόνῳ τὴν ἀπόλαυσιν τῶν οὐ παρόντων· ὅθεν καὶ Διογένης βασιλικὸν κύνα ἔλεγεν αὐτόν. ὁ δὲ Τίμων παρέφαγεν ὡς θρυπτόμενον, οὑτωσί πως εἰπών·

V1_196
οἷά τʼ Ἀριστίππου τρυφερὴ φύσις ἀμφαφόωντος ψεύδη.
τοῦτόν φασί ποτε κελεῦσαι πέρδικα πεντήκοντα δραχμῶν ὠνηθῆναι· αἰτιασαμένου δέ τινος, σὺ δʼ οὐκ ἄν, εἶπεν, ὀβολοῦ τοῦτον ἐπρίω; ἐπινεύσαντος δέ, τοσοῦτον, ἔφη, ἐμοὶ δύνανται αἱ πεντήκοντα δραχμαί.

Διονυσίου δέ ποτε τριῶν ἑταιρῶν οὐσῶν μίαν ἐκλέξασθαι κελεύσαντος, τὰς τρεῖς ἀπήγαγεν εἰπών, οὐδὲ τῷ Πάριδι συνήνεγκε μίαν προκρῖναι· ἀπαγαγὼν μέντοι, φασίν, αὐτὰς ἄχρι τοῦ θυρῶνος ἀπέλυσεν. οὕτως ἦν καὶ ἑλέσθαι καὶ καταφρονῆσαι πολύς. διό ποτε Στράτωνα, οἱ δὲ Πλάτωνα, πρὸς αὐτὸν εἰπεῖν, σοὶ μόνῳ δέδοται καὶ χλανίδα φορεῖν καὶ ῥάκος. Διονυσίου δὲ προσπτύσαντος αὐτῷ ἠνέσχετο. μεμψαμένου δέ τινος, εἶτα οἱ μὲν ἁλιεῖς, εἶπεν, ὑπομένουσι ῥαίνεσθαι τῇ θαλάττῃ, ἵνα κωβιὸν θηράσωσιν· ἐγὼ δὲ μὴ ἀνάσχωμαι κράματι ῥανθῆναι, ἵνα βλέννοι λάβω;

Παριόντα ποτὲ αὐτὸν λάχανα πλύνων Διογένης ἔσκωψε, καί φησιν,[*](φησιν]σύφησιν Richards: ἔφη σύ Postgate.) εἰ ταῦτα ἔμαθες προσφέρεσθαι, οὐκ ἂν τυράννων αὐλὰς ἐθεράπευες. ὁ δέ, καὶ σύ, εἶπεν, εἴπερ ᾔδεις ἀνθρώποις ὁμιλεῖν, οὐκ ἂν λάχανα ἔπλυνες. ἐρωτηθεὶς τί αὐτῷ περιγέγονεν ἐκ φιλοσοφίας, ἔφη, τὸ δύνασθαι πᾶσι θαρρούντως ὁμιλεῖν. ὀνειδιζόμενός ποτʼ ἐπὶ τῷ πολυτελῶς ζῆν, εἰ τοῦτʼ, ἔφη, φαῦλον ἦν, οὐκ ἂν ἐν ταῖς τῶν θεῶν ἑορταῖς ἐγίνετο. ἐρωτηθείς

V1_198
ποτε τί πλέον ἔχουσιν οἱ φιλόσοφοι, ἔφη, ἐὰν πάντες οἱ νόμοι ἀναιρεθῶσιν, ὁμοίως βιωσόμεθα.

ἐρωτηθεὶς ὑπὸ Διονυσίου διὰ τί οἱ μὲν φιλόσοφοι ἐπὶ τὰς τῶν πλουσίων θύρας ἔρχονται, οἱ δὲ πλούσιοι ἐπὶ τὰς τῶν φιλοσόφων οὐκέτι, ἔφη, ὅτι οἱ μὲν ἴσασιν ὧν δέονται, οἱ δʼ οὐκ ἴσασιν. ὀνειδιζόμενός ποτʼ ἐπὶ τῷ πολυτελῶς ζῆν ὑπὸ Πλάτωνος, ἔφη, ἆρα φαίνεταί σοι Διονύσιος ἀγαθός; τοῦ δʼ ὁμολογήσαντος, καὶ μήν, ἔφη, ζῇ ἐμοῦ πολυτελέστερον· ὥστʼ οὐδὲν κωλύει καὶ πολυτελῶς καὶ καλῶς ζῆν. ἐρωτηθεὶς τίνι διαφέρουσιν οἱ πεπαιδευμένοι τῶν ἀπαιδεύτων, ἔφη, ᾧπερ οἱ δεδαμασμένοι ἵπποι τῶν ἀδαμάστων. εἰσιών ποτε εἰς ἑταίρας οἰκίαν, καὶ τῶν σὺν αὐτῷ μειρακίων τινὸς ἐρυθριάσαντος, οὐ τὸ εἰσελθεῖν, ἔφη, χαλεπόν, ἀλλὰ τὸ μὴ δύνασθαι ἐξελθεῖν.

Αἴνιγμά τινος αὐτῷ προτείναντος καὶ εἰπόντος, λῦσον, τί, ὦ μάταιε, ἔφη, λῦσαι θέλεις, ὃ καὶ δεδεμένον ἡμῖν πράγματα παρέχει; ἄμεινον ἔφη ἐπαίτην ἢ ἀπαίδευτον εἶναι· οἱ μὲν γὰρ χρημάτων, οἱ δʼ ἀνθρωπισμοῦ δέονται. λοιδορούμενός ποτε ἀνεχώρει· τοῦ δʼ ἐπιδιώκοντος εἰπόντος, τί φεύγεις; ὅτι, φησί, τοῦ μὲν κακῶς λέγειν σὺ τὴν ἐξουσίαν ἔχεις, τοῦ δὲ μὴ ἀκούειν ἐγώ. εἰπόντος τινὸς ὡς ἀεὶ τοὺς φιλοσόφους βλέποι παρὰ ταῖς τῶν πλουσίων θύραις, καὶ γὰρ καὶ οἱ ἰατροί. φησί, παρὰ ταῖς τῶν νοσούντων· ἀλλʼ οὐ παρὰ τοῦτό τις ἂν ἕλοιτο νοσεῖν ἢ ἰατρεύειν.

V1_200

Εἰς Κόρινθον αὐτῷ πλέοντί ποτε καὶ χειμαζομένῳ συνέβη ταραχθῆναι. πρὸς οὖν τὸν εἰπόντα, ἡμεῖς μὲν οἱ ἰδιῶται οὐ δεδοίκαμεν, ὑμεῖς δʼ οἱ φιλόσοφοι δειλιᾶτε, οὐ γὰρ περὶ ὁμοίας, ἔφη, ψυχῆς ἀγωνιῶμεν ἑκάτεροι. σεμνυνομένου τινὸς ἐπὶ πολυμαθείᾳ ἔφη, ὥσπερ οὐχ οἱ τὰ πλεῖστα ἐσθίοντες [καὶ γυμναζόμενοι] ὑγιαίνουσι μᾶλλον τῶν τὰ δέοντα προσφερομένων, οὕτως οὐδὲ οἱ πολλὰ ἀλλʼ οἱ χρήσιμα ἀναγινώσκοντές εἰσι σπουδαῖοι. πρὸς τὸν ὑπὲρ αὐτοῦ λογογράφον δίκην εἰπόντα καὶ νικήσαντα, ἔπειτα φάσκοντα πρὸς αὐτόν, τί σε ὤνησε Σωκράτης; ἔφη, τοῦτο, τοὺς λόγους, οὓς εἶπας ὑπὲρ ἐμοῦ, ἀληθεῖς εἶναι.

Τὰ ἄριστα ὑπετίθετο τῇ θυγατρὶ Ἀρήτῃ, συνασκῶν αὐτὴν ὑπεροπτικὴν τοῦ πλέονος εἶναι. ἐρωτηθεὶς ὑπό τινος τί αὐτοῦ ὁ υἱὸς ἀμείνων ἔσται παιδευθείς, καὶ εἰ μηδὲν ἄλλο, εἶπεν, ἐν γοῦν τῷ θεάτρῳ οὐ καθεδεῖται λίθος ἐπὶ λίθῳ συνιστάντος τινὸς αὐτῷ υἱὸν ᾔτησε πεντακοσίας δραχμάς· τοῦ δʼ εἰπόντος, τοσούτου δύναμαι ἀνδράποδον ὠνήσασθαι, πρίω, ἔφη, καὶ ἕξεις δύο. ἀργύριον εἶπε παρὰ τῶν γνωρίμων λαμβάνειν, οὐχ ἵνʼ αὐτὸς χρῷτο, ἀλλʼ ἵνʼ ἐκεῖνοι εἰδεῖεν εἰς τίνα δεῖ χρῆσθαι τοῖς ἀργυρίοις. ὀνειδιζόμενός ποτε ὅτι δίκην ἔχων ἐμισθώσατο ῥήτορα, καὶ γάρ, ἔφη, ὅταν δεῖπνον ἔχω, μάγειρον μισθοῦμαι.

Ἀναγκαζόμενός ποτε ὑπὸ Διονυσίου εἰπεῖν τι τῶν ἐκ φιλοσοφίας, γελοῖον, ἔφη, εἰ τὸ λέγειν μὲν παρʼ ἐμοῦ μανθάνεις, τὸ δὲ πότε δεῖ λέγειν

V1_202
σύ με διδάσκεις. ἐπὶ τούτῳ δὴ ἀγανακτήσαντα τὸν Διονύσιον ἔσχατον αὐτὸν κατακλῖναι· καὶ τόν, ἐνδοξότερον, φάναι, τὸν τόπον ἠθέλησας ποιῆσαι. αὐχοῦντός τινος ἐπὶ τῷ κολυμβᾶν, οὐκ αἰσχύνῃ, εἶπεν, ἐπὶ δελφῖνος ἔργοις ἀλαζονευόμενος; ἐρωτηθείς ποτε τίνι διαφέρει ὁ σοφὸς τοῦ μὴ σοφοῦ, ἔφη, εἰς ἀγνῶτας τοὺς δύο γυμνοὺς ἀπόστειλον, καὶ εἴσῃ. αὐχοῦντός τινος ἐπὶ τῷ πολλὰ πίνειν καὶ μὴ μεθύσκεσθαι, τοῦτο καὶ ἡμίονος, φησί.

Πρὸς τὸν αἰτιώμενον ὅτι ἑταίρᾳ συνοικεῖ, ἆρά γε, εἶπε, μή τι διενέγκαι 〈ἂν〉 οἰκίαν λαβεῖν ἐν ᾗ πολλοί ποτε ᾤκησαν ἢ μηδείς, εἰπόντος δὲ οὔ, τί δὲ πλεῦσαι ἐν νηῒ ᾗ μυρίοι ποτὲ ἐνέπλευσαν ἢ μηδείς; οὐδαμῶς. οὐδʼ ἄρα γυναικί, ἔφη, συνεῖναι ᾗ πολλοὶ κέχρηνται ἢ μηδείς. πρὸς τὸν αἰτιώμενον ὅτι Σωκράτους μαθητὴς ὢν ἀργύριον λαμβάνει, καὶ μάλα, εἶπε· καὶ γὰρ Σωκράτης, πεμπόντων αὐτῷ τινων καὶ σῖτον καὶ οἶνον, ὀλίγα λαμβάνων τὰ λοιπὰ ἀπέπεμπεν· εἶχε γὰρ ταμίας τοὺς πρώτους Ἀθηναίων, ἐγὼ δʼ Εὐτυχίδην ἀργυρώνητον. ἐχρῆτο καὶ Λαΐδι τῇ ἑταίρᾳ, καθά φησι Σωτίων ἐν τῷ δευτέρῳ τῶν Διαδοχῶν.

πρὸς οὖν τοὺς μεμφομένους αὐτῷ ἔφη, ἔχω [Λαΐδα], ἀλλʼ οὐκ ἔχομαι· ἐπεὶ τὸ κρατεῖν καὶ μὴ ἡττᾶσθαι

V1_204
ἡδονῶν ἄριστον, οὐ τὸ μὴ χρῆσθαι. πρὸς τὸν ὀνειδίσαντα αὐτῷ πολυτελῆ ὀψωνίαν ἔφη, σὺ δʼ οὐκ ἂν τριωβόλου ταῦτʼ ἐπρίω; ὁμολογήσαντος δέ, οὐκέτι τοίνυν, ἔφη, φιλήδονος ἐγώ, ἀλλὰ σὺ φιλάργυρος. Σίμου ποτὲ τοῦ Διονυσίου ταμίου πολυτελεῖς οἴκους αὐτῷ καὶ λιθοστρώτους δεικνύντοσ—ἦν δὲ Φρὺξ καὶ ὄλεθροσ—ἀναχρεμψάμενος προσέπτυσε τῇ ὄψει· τοῦ δʼ ἀγανακτήσαντος, οὐκ εἶχον, εἶπε, τόπον ἐπιτηδειότερον.

Πρὸς Χαρώνδαν εἰπόντα, οἱ δὲ πρὸς Φαίδωνα, τίς ὁ μεμυρισμένος; ἐγώ, φησίν, ὁ κακοδαίμων, κἀμοῦ κακοδαιμονέστερος ὁ Περσῶν βασιλεύς. ἀλλʼ ὅρα μὴ ὡς οὐδὲν τῶν ἄλλων ζῴων παρὰ τοῦτό τι ἐλαττοῦται, οὕτως οὐδʼ ἂν ὁ ἄνθρωπος. κακοὶ κακῶς δʼ ἀπόλοιντο οἱ κίναιδοι, οἵτινες καλὸν ἡμῖν ἄλειμμα διαβάλλουσιν. ἐρωτώμενος πῶς ἀπέθανε Σωκράτης, ἔφη, ὡς ἂν ἐγὼ εὐξαίμην. Πολυξένου ποτὲ τοῦ σοφιστοῦ εἰσελθόντος πρὸς αὐτὸν καὶ θεασαμένου γυναῖκάς τε καὶ πολυτελῆ ὀψωνίαν, ἔπειτα αἰτιασαμένου, μικρὸν διαλιπών, δύνασαι, ἔφη, καὶ σὺ σήμερον μεθʼ ἡμῶν γενέσθαι;

τοῦ δʼ ἐπινεύσαντος, τί οὖν, ἔφη, ἐμέμφου; ἔοικας γὰρ οὐ τὴν ὀψωνίαν ἀλλὰ τὸ ἀνάλωμα αἰτιᾶσθαι. τοῦ δὲ θεράποντος ἐν ὁδῷ βαστάζοντος ἀργύριον καὶ βαρυνομένου, ὥς φασιν οἱ περὶ τὸν Βίωνα ἐν ταῖς Διατριβαῖς, ἀπόχεε, ἔφη, τὸ πλέον καὶ ὅσον δύνασαι βάσταζε. πλέων ποτὲ ἐπεὶ τὸ σκάφος

V1_206
ἔγνω πειρατικόν, λαβὼν τὸ χρυσίον ἠρίθμει· ἔπειτα εἰς θάλατταν ὡς μὴ θέλων παρακατέβαλε καὶ δῆθεν ἀνῴμωξεν. οἱ δὲ καὶ ἐπειπεῖν φασιν αὐτὸν ὡς ἄμεινον ταῦτα διʼ Ἀρίστιππον ἢ διὰ ταῦτα Ἀρίστιππον ἀπολέσθαι. Διονυσίου ποτʼ ἐρομένου ἐπὶ τί ἥκοι, ἔφη ἐπὶ τῷ μεταδώσειν ὧν ἔχοι, καὶ μεταλήψεσθαι ὧν μὴ ἔχοι.