Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
ἔνιοι δὲ οὐδὲ δακρῦσαί φασιν αὐτὸν ἀλλὰ * γὰρ εἰπεῖν, ᾔδειν θνητὸν γεγεννηκώς. φησὶ δʼ Ἀριστοτέλης ὅτι ἐγκώμια καὶ ἐπιτάφιον Γρύλλου μυρίοι ὅσοι συνέγραψαν, τὸ μέρος καὶ τῷ πατρὶ χαριζόμενοι. ἀλλὰ καὶ Ἕρμιππος ἐν τῷ περὶ Θεοφράστου καὶ Ἰσοκράτην φησὶ Γρύλλου ἐγκώμιον γεγραφέναι. Τίμων δʼ ἐπισκώπτει αὐτὸν ἐν τούτοις·
ἀσθενική τε λόγων δυὰς ἢ τριὰς ἢ ἔτι πρόσσω, οἷος Ξεινοφόων ἤτʼ Αἰσχίνου οὐκ ἀπιθὴς 〈ἲσ〉 γράψαι. . . .
Καὶ ὁ μὲν βίος αὐτῷ τοιόσδε. ἤκμαζε δὲ κατὰ τὸ τέταρτον ἔτος τῆς τετάρτης καὶ ἐνενηκοστῆς Ὀλυμπιάδος, καὶ ἀναβέβηκε σὺν Κύρῳ ἐπὶ ἄρχοντος Ξεναινέτου ἑνὶ πρότερον ἔτει τῆς Σωκράτους τελευτῆς.
Κατέστρεψε δέ, καθα ´ φησι Κτησικλείδης[*](Στησικλείδης vulg. : corr. Wilamowitz.) ὁ Ἀθηναῖος ἐν τῇ τῶν ἀρχόντων καὶ Ὀλυμπιονικῶν ἀναγραφῇ, ἔτει πρώτῳ τῆς πέμπτης καὶ ἑκατοστῆς Ὀλυμπιάδος, ἐπὶ ἄρχοντος Καλλιδημίδου, ἐφʼ οὗ καὶ Φίλιππος ὁ Ἀμύντου Μακεδόνων ἦρξε. τέθνηκε δʼ ἐν Κορίνθῳ, ὥς φησι Δημήτριος ὁ Μάγνης, ἤδη δηλαδὴ γηραιὸς ἱκανῶς· ἀνὴρ τά τʼ ἄλλα γεγονὼς ἀγαθὸς καὶ δὴ καὶ φίλιππος καὶ φιλοκύνηγος καὶ τακτικός, ὡς ἐκ τῶν συγγραμμάτων
Συνέγραψε δὲ βιβλία πρὸς τὰ τετταράκοντα, ἄλλων ἄλλως διαιρούντων·
Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν ἐπιγράμματα τοῦτον ἔχοντα τὸν τρόπον·
ἄλλο, ὡς ἐτελεύτα·οὐ μόνον εἰς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον,
- ἀλλʼ ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι.
V1_188- παιδείης γὰρ ἑῆς Ἑλληνικὰ πράγματα δείξας,
- ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.
εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖται
- φεύγειν κατέγνων, τοῦ φίλου χάριν Κύρου·
- ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶν
- οὕτως ἀρέσκῃ· κεῖθι καὶ μένειν ἔγνως.
Εὗρον δʼ ἀλλαχόθι ἀκμάσαι αὐτὸν περὶ τὴν ἐνάτην καὶ ὀγδοηκοστὴν Ὀλυμπιάδα σὺν τοῖς ἄλλοις Σωκρατικοῖς, καὶ Ἴστρος φησὶν αὐτὸν φυγεῖν κατὰ ψήφισμα Εὐβούλου, καὶ κατελθεῖν κατὰ ψήφισμα τοῦ αὐτοῦ.
Γεγόνασι δὲ Ξενοφῶντες ἑπτά· πρῶτος αὐτὸς οὗτος· δεύτερος Ἀθηναῖος, ἀδελφὸς Πυθοστράτου τοῦ τὴν Θησηΐδα πεποιηκότος, γεγραφὼς ἄλλα τε καὶ βίον Ἐπαμεινώνδου καὶ Πελοπίδου· τρίτος ἰατρὸς Κῷος· τέταρτος ἱστορίαν Ἀννιβαϊκὴν γεγραφώς· πέμπτος μυθώδη τερατείαν πεπραγματευμένος· ἕκτος Πάριος, ἀγαλματοποιός· ἕβδομος κωμῳδίας ἀρχαίας ποιητής.