Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Ἱκανὸς δʼ ἀμφότερα ἦν, καὶ προτρέψαι καὶ ἀποτρέψαι. ὥσπερ τὸν Θεαίτητον περὶ ἐπιστήμης διαλεχθεὶς ἔνθεον ἀπέπεμψε, καθὰ καὶ Πλάτων φησίν. Εὐθύφρονα δὲ τῷ πατρὶ γραψάμενον ξενοκτονίας δίκην περὶ ὁσίου τινὰ διαλεχθεὶς ἀπήγαγε. καὶ τὸν Λύσιν δὲ ἠθικώτατον ἐποίησε προτρέψας. ἦν γὰρ ἱκανὸς ἀπὸ τῶν πραγμάτων τοὺς λόγους εὑρίσκειν. ἐνέτρεψε δὲ καὶ Λαμπροκλέα
Ἐπῆρε δὲ καὶ εἰς φρόνημα Ἰφικράτην τὸν στρατηγόν, δείξας αὐτῷ τοῦ κουρέως Μειδίου ἀλεκτρυόνας ἀντίον τῶν Καλλίου πτερυξαμένους. καὶ αὐτὸν Γλαυκωνίδης ἠξίου τῇ πόλει περιποιεῖν καθάπερ φασιανὸν ὄρνιν ἢ ταώ.
Ἔλεγε δὲ ὡς θαυμαστὸν πρόβατα μὲν ἕκαστον εἰπεῖν ἂν ῥᾳδίως ὅσα ἔχει, φίλους δʼ οὐκ ἂν ὀνομάσαι ὁπόσους κέκτηται· οὕτως ὀλιγώρως ἔχειν περὶ αὐτούς. ὁρῶν δʼ Εὐκλείδην ἐσπουδακότα περὶ τοὺς ἐριστικοὺς λόγους, ὦ Εὐκλείδη, ἔφη, σοφισταῖς μὲν δυνήσῃ χρῆσθαι, ἀνθρώποις δὲ οὐδαμῶς. ἄχρηστον γὰρ ᾤετο εἶναι τὴν περὶ ταῦτα γλισχρολογίαν, ὡς καὶ Πλάτων ἐν Εὐθυδήμῳ φησί.
Χαρμίδου τε οἰκέτας αὐτῷ διδόντος, ἵνʼ ἀπʼ αὐτῶν προσοδεύοιτο, οὐχ εἵλετο· καὶ τὸ κάλλος ὑπερεῖδεν Ἀλκιβιάδου κατά τινας. καὶ ἐπῄνει σχολὴν ὡς κάλλιστον κτημάτων, καθὰ καὶ Ξενοφῶν ἐν Συμποσίῳ φησίν. ἔλεγε δὲ καὶ ἓν μόνον ἀγαθὸν εἶναι, τὴν ἐπιστήμην, καὶ ἓν μόνον κακόν, τὴν ἀμαθίαν· πλοῦτον δὲ καὶ εὐγένειαν οὐδὲν σεμνὸν ἔχειν· πᾶν δὲ τοὐναντίον κακόν. εἰπόντος γοῦν τινος αὐτῷ ὡς εἴη Ἀντισθένης μητρὸς
Ἀλλὰ καὶ λυρίζειν ἐμάνθανεν ἤδη γηραιός,[*](ἤδη γηραιός] corr. Cobet: ὁτὲ καιρός vulg.· ὁτὲ 〈οὐκέτι〉 καιρός Reiske.) μηδὲν λέγων ἄτοπον εἶναι ἅ τις μὴ οἶδεν ἐκμανθάνειν. ἔτι τε ὠρχεῖτο συνεχές, τῇ τοῦ σώματος εὐεξίᾳ λυσιτελεῖν ἡγούμενος τὴν τοιαύτην γυμνασίαν, ὡς καὶ Ξενοφῶν ἐν Συμποσίῳ φησίν. ἔλεγε δὲ καὶ προσημαίνειν τὸ δαιμόνιον τὰ μέλλοντα αὐτῷ· τό τε εὖ [ἄρχεσθαι] μικρὸν μὲν μὴ εἶναι, παρὰ μικρὸν δέ· καὶ εἰδέναι μὲν μηδὲν πλὴν αὐτὸ τοῦτο [εἰδέναι]. τούς τε τὰ πρώϊμα πολλοῦ ἐωνημένους ἀπογινώσκειν ἔλεγεν εἰς τὰς ὥρας ἐλθεῖν. καί ποτε ἐρωτηθείς, τίς ἀρετὴ νέου, τὸ μηδὲν ἄγαν, εἶπεν. ἔφασκέ τε δεῖν γεωμετρεῖν μέχρι ἄν τις μέτρῳ δύνηται γῆν παραλαβεῖν καὶ παραδοῦναι.
Εὐριπίδου δʼ ἐν τῇ Αὔγῃ εἰπόντος περὶ ἀρετῆς,
κράτιστον εἰκῆ ταῦτʼ ἐᾶν ἀφειμένα,ἀναστὰς ἐξῆλθε, φήσας γελοῖον εἶναι ἀνδράποδον μὲν μὴ εὑρισκόμενον ἀξιοῦν ζητεῖν, ἀρετὴν δʼ οὕτως ἐᾶν ἀπολωλέναι. ἐρωτηθεὶς πότερον γῆμαι ἢ μή, ἔφη, ὃ ἂν αὐτῶν ποιήσῃς, μεταγνώσῃ. ἐλεγέ τε θαυμάζειν τῶν τὰς λιθίνας εἰκόνας κατασκευαζομένων