Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Σωκράτης Σωφρονίσκου μὲν ἦν υἱὸς λιθουργοῦ καὶ Φαιναρέτης μαίας, ὡς καὶ Πλάτων ἐν Θεαιτήτῳ φησίν, Ἀθηναῖος, τῶν δήμων Ἀλωπεκῆθεν. ἐδόκει δὲ συμποιεῖν Εὐριπίδῃ· ὅθεν Μνησίμαχος οὕτω φησί,
καὶ πάλιν, Εὐριπίδας σωκρατογόμφους. καὶ Καλλίας Πεδήταις·Φρύγες ἐστὶ καινὸν δρᾶμα τοῦτʼ Εὐριπίδου,
- ...ᾧ καὶ Σωκράτης
- τὰ φρύγανʼ ὑποτίθησι.
Α. Τί δὴ σὺ σεμνὴ καὶ φρονεῖς οὕτω μέγα; Β. Ἔξεστι γάρ μοι· Σωκράτης γὰρ αἴτιος.Ἀριστοφάνης Νεφέλαις·
Εὐριπίδῃ δʼ ὁ τὰς τραγῳδίας ποιῶν
- τὰς περιλαλούσας οὗτός ἐστι, τὰς σοφάς.
Ἀκούσας δὲ Ἀναξαγόρου κατά τινας, ἀλλὰ καὶ Δάμωνος, ὡς Ἀλέξανδρος ἐν Διαδοχαῖς, μετὰ τὴν ἐκείνου καταδίκην διήκουσεν Ἀρχελάου τοῦ φυσικοῦ· οὗ καὶ παιδικὰ γενέσθαι φησὶν Ἀριστόξενος. Δοῦρις δὲ καὶ δουλεῦσαι αὐτὸν καὶ ἐργάσασθαι λίθους· εἶναί τε αὐτοῦ καὶ τὰς ἐν ἀκροπόλει Χάριτας ἔνιοί φασιν, ἐνδεδυμένας οὔσας. ὅθεν καὶ Τίμωνα ἐν τοῖς Σίλλοις εἰπεῖν·
V1_150
ἦν γὰρ καὶ ἐν τοῖς ῥητορικοῖς δεινός, ὥς φησι καὶ Ἰδομενεύς· ἀλλὰ καὶ οἱ τριάκοντα αὐτὸν ἐκώλυσαν τέχνας διδάσκειν λόγων, ὥς φησι Ξενοφῶν.ἐκ δʼ ἄρα τῶν ἀπέκλινεν ὁ λαξόος, ἐννομολέσχης,
- Ἑλλήνων ἐπαοιδός, ἀκριβολόγους ἀποφήνας,
- μυκτὴρ ῥητορόμυκτος, ὑπαττικὸς εἰρωνευτής.