Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
Λέγεται δʼ οὕτως Ἀθήνησιν ἐπιστρέψαι τοὺς ἀνθρώπους, ὥστʼ ἀπὸ τῶν ἐργαστηρίων συνθεῖν ἵνα αὐτὸν θεάσαιντο. καί τινος εἰπόντος, Στίλπων, θαυμάζουσί σε ὡς θηρίον, οὐ μὲν οὖν, εἰπεῖν, ἀλλʼ ὡς ἄνθρωπον ἀληθινόν. δεινὸς δʼ ἄγαν ὢν ἐν τοῖς ἐριστικοῖς ἀνῄρει καὶ τὰ εἴδη· καὶ ἔλεγε τὸν λέγοντα ἄνθρωπον εἶναι μηδένα· οὔτε γὰρ τόνδε εἶναι οὔτε τόνδε· τί γὰρ μᾶλλον τόνδε ἢ τόνδε; οὐδʼ ἄρα τόνδε. καὶ πάλιν· τὸ λάχανον οὐκ ἔστι τὸ δεικνύμενον· λάχανον μὲν γὰρ ἦν πρὸ μυρίων ἐτῶν· οὐκ ἄρα ἐστὶ τοῦτο λάχανον. φασὶ δʼ αὐτὸν ὁμιλοῦντα Κράτητι μετάξὺ σπεῦσαι ἰχθῦς πρίασθαι· τοῦ δʼ ἐπισπωμένου καὶ φάσκοντος, καταλείπεις τὸν λόγον; οὐκ ἔγωγε, ἔφη, ἀλλὰ τὸν μὲν
Φέρονται δʼ αὐτοῦ διάλογοι ἐννέα ψυχροί· Μόσχος, Ἀρίστιππος ἢ Καλλίας, Πτολεμαῖος, Χαιρεκράτης, Μητροκλῆς, Ἀναξιμένης, Ἐπιγένης, Πρὸς τὴν ἑαυτοῦ θυγατέρα, Ἀριστοτέλης. τούτου φησὶν Ἡρακλείδης καὶ τὸν Ζήνωνα ἀκοῦσαι τὸν τῆς στοᾶς κτίστην. γηραιὸν δὲ τελευτῆσαί φησιν Ἕρμιππος, οἶνον προσενεγκάμενον ὅπως θᾶττον ἀποθάνοι.
Ἔστι δὲ καὶ εἰς τοῦτον ἡμῶν·
προσεσκώφθη δὲ ὑπὸ Σωφίλου τοῦ κωμικοῦ ἐν δράματι Γάμῳ·τὸν Μεγαρέα Στίλπωνα, γιγνώσκεις δʼ ἴσως,
- γῆρας, ἔπειτα νόσος καθεῖλε, δύσμαχον ζυγόν·
- ἀλλʼ οἶνον εὗρε τῆς κακῆς συνωρίδος
- φέρτερον ἡνίοχν· 〈χανδὸν〉 πιὼν γὰρ ἤλασεν.
Στίλπωνός ἐστι βύσμαθʼ ὁ Χαρίνου λόγος.
Κρίτων Ἀθηναῖος· οὗτος μάλιστα φιλοστοργότατα διετέθη πρὸς Σωκράτην, καὶ οὕτως ἐπεμελεῖτο αὐτοῦ, ὥστε μηδέποτʼ ἐλλείπειν τι τῶν πρὸς τὴν χρείαν. καὶ οἱ παῖδες δὲ αὐτοῦ διήκουσαν Σωκράτους, Κριτόβουλος, Ἑρμογένης, Ἐπιγένης, Κτήσιππος. ὁ δʼ οὖν Κρίτων διαλόγους γέγραφεν ἐν ἑνὶ φερομένους βιβλίῳ ἑπτακαίδεκα, τοὺς ὑπογεγραμμένους,