Vitae philosophorum
Diogenes Laertius
Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.
- ἠέλιός τʼ ἀνιὼν λάμπῃ, λαμπρά τε σελήνη,
- καὶ ποταμοί γε ῥέωσιν, ἀνακλύζῃ δὲ θάλασσα,
- αὐτοῦ τῇδε μένουσα πολυκλαύτῳ ἐπὶ τύμβῳ,
- ἀγγελέω παριοῦσι, Μίδας ὅτι τῇδε τέθαπται.
φέρουσι δὲ μαρτύριον Σιμωνίδου ᾆσμα, ὅπου φησί
οὐ γὰρ εἶναι Ὁμήρου τὸ ἐπίγραμμα, πολλοῖς ἔτεσι προέχοντος, φασί, τοῦ Μίδα.τίς κεν αἰνήσειε νόῳ πίσυνος
- Λίνδου ναέταν Κλεόβουλον
- ἀενάοις ποταμοῖς
- ἄνθεσί τʼ εἰαρινοῖς
- ἀελίου τε φλογὶ χρυσέας τε σελάνας
- καὶ θαλασσαίαισι δίνῃς
- ἀντιθέντα μένος στάλας;
- ἅπαντα γάρ ἐστι θεῶν ἥσσω· λίθον δὲ
- καὶ βρότεοι παλάμαι θραύοντι· μωροῦ
- φωτὸς ἅδε βουλά.
Φέρεται δʼ αὐτοῦ ἐν τοῖς Παμφίλης Ὑπομνήμασι καὶ αἴνιγμα τοῖον·
ἔστι δὲ ὁ ἐνιαυτός.εἷς ὁ πατήρ, παῖδες δυοκαίδεκα. τῶν δὲ ἑκάστῳ
- παῖδες δὶς τριάκοντα διάνδιχα εἶδος ἔχουσαι·
- αἱ μὲν λευκαὶ ἔασιν ἰδεῖν, αἱ δʼ αὖτε μέλαιναι·
- ἀθάνατοι δέ τʼ ἐοῦσαι, ἀποφθινύθουσιν ἅπασαι.
Τῶν δὲ ᾀδομένων αὐτοῦ εὐδοκίμησε τάδε· Ἀμουσία τὸ πλέον μέρος ἐν βροτοῖσι, λόγων τε πλῆθος· ἀλλʼ ὁ καιρὸς ἀρκέσει. φρόνει τι κεδνόν. μὴ μάταιος ἄχαρις γινέσθω. ἔφη δὲ δεῖν συνοικίζειν τὰς θυγατέρας, παρθένους μὲν τὴν ἡλικίαν, τὸ δὲ φρονεῖν γυναῖκας· ὑποδεικνὺς ὅτι δεῖ παιδεύεσθαι καὶ τὰς παρθένους. ἔλεγέ τε τὸν φίλον δεῖν εὐεργετεῖν, ὅπως μᾶλλον ᾖ φίλος· τὸν δὲ ἐχθρὸν φίλον ποιεῖν. φυλάσσεσθαι γὰρ τῶν μὲν φίλων
τὸν ψόγον, τῶν δὲ ἐχθρῶν τὴν ἐπιβουλήν. καὶ ὅταν τις ἐξίῃ τῆς οἰκίας, ζητείτω πρότερον τί μέλλει πράσσειν· καὶ ὅταν εἰσέλθῃ πάλιν, ζητείτω τί ἔπραξε. συνεβούλευέ τε εὖ τὸ σῶμα ἀσκεῖν· φιλήκοον εἶναι μᾶλλον ἢ φιλόλαλον· [φιλομαθῆ μᾶλλον ἢ ἀμαθῆ·] γλῶσσαν εὔφημον ἴσχειν· ἀρετῆς οἰκεῖον εἶναι, κακίας ἀλλότριον· ἀδικίαν φεύγειν· πόλει τὰ βέλτιστα συμβουλεύειν· ἡδονῆς κρατεῖν· βίᾳ μηδὲν πράττειν· τέκνα παιδεύειν· ἐχθρὰν διαλύειν. γυναικὶ μὴ φιλοφρονεῖσθαι, μηδὲ μάχεσθαι, ἀλλοτρίων παρόντων· τὸ μὲν γὰρ ἄνοιαν, τὸ δὲ μανίαν σημαίνειν. οἰκέτην παρʼ οἶνον μὴ κολάζειν, δοκεῖν γὰρ ἂν παροινεῖν. γαμεῖν ἐκ τῶν ὁμοίων· ἂν γὰρ ἐκ τῶν κρειττόνων λάβῃς, φησί,
δεσπότας κτήσῃ τοὺς συγγενέας. μὴ ἐπεγγελᾶν τοῖς σκωπτομένοις· ἀπεχθήσεσθαι γὰρ τούτοις. εὐτυχῶν μὴ ἴσθι ὑπερήφανος· ἀπορήσας μὴ ταπεινοῦ. τὰς μεταβολὰς τῆς τύχης γενναίως ἐπίστασο φέρειν.
Ἐτελεύτησε δὲ γηραιός, ἔτη βιοὺς ἑβδομήκοντα· καὶ αὐτῷ ἐπεγράφη·
ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖ
- ἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη.
Ἀπεφθέγξατο· μέτρον ἄριστον. καὶ Σόλωνι ἐπέστειλεν οὕτω·
Κλεόβουλος Σόλωνι
“Πολλοὶ μέν τιν ἔασιν ἕταροι καὶ οἶκος πάντη· φαμὶ δὲ ἐγὼν ποτανεστάταν ἐσεῖσθαι Σόλωνι τὰν Λίνδον δαμοκρατεομέναν. καὶ ἁ νᾶσος πελαγία, ἔνθα οἰκέοντι οὐδὲν δεινὸν ἐκ Πεισιστράτω. καὶ τοὶ ἕταροι δὲ ἑκαστόθεν πὰρ τὺ βασοῦνται.
Περίανδρος Κυψέλου Κορίνθιος ἀπὸ τοῦ τῶν Ἡρακλειδῶν γένους. οὗτος γήμας Λυσίδην, ἣν αὐτὸς Μέλισσαν ἐκάλει, τὴν Προκλέους τοῦ Ἐπιδαυρίων τυράννου καὶ Ἐρισθενείας τῆς Ἀριστοκράτους παιδός, ἀδελφῆς δὲ τοῦ Ἀριστοδήμου θυγατέρα, οἳ σχεδὸν πάσης Ἀρκαδίας ἐπῆρξαν, ὥς φησιν Ἡρακλείδης ὁ Ποντικὸς ἐν τῷ Περὶ ἀρχῆς, παῖδας ἐξ αὐτῆς ἐποίησε δύο, Κύψελον καὶ Λυκόφρονα· τὸν μὲν νεώτερον συνετόν, τὸν δὲ πρεσβύτερον ἄφρονα. χρόνῳ δὴ ὑπʼ ὀργῆς βαλὼν ὑποβάθρῳ ἢ λακτίσας τὴν γυναῖκα ἔγκυον οὖσαν ἀπέκτεινε, πεισθεὶς διαβολαῖς παλλακίδων, ἃς ὕστερον ἔκαυσε.
Τόν τε παῖδα ἀπεκήρυξεν εἰς Κέρκυραν, λυπούμενον
ἐν γήρᾳ καθεστὼς μετεπέμπετο αὐτὸν ὅπως παραλάβοι τὴν τυραννίδα· ὃν φθάσαντες οἱ Κερκυραῖοι διεχρήσαντο. ὅθεν ὀργισθεὶς ἔπεμψε τοὺς παῖδας αὐτῶν πρὸς Ἀλυάττην ἐπʼ ἐκτομῇ· προσχούσης δὲ τῆς νεὼς Σάμῳ, ἱκετεύσαντες τὴν Ἥραν ὑπὸ τῶν Σαμίων διεσώθησαν.
Καὶ ὃς ἀθυμήσας ἐτελεύτησεν, ἤδη γεγονὼς ἔτη ὀγδοήκοντα. Σωσικράτης δέ φησι πρότερον Κροίσου τελευτῆσαι αὐτὸν ἔτεσι τεσσαράκοντα καὶ ἑνί, πρὸ τῆς τεσσαρακοστῆς ἐνάτης Ὀλυμπιάδος. τοῦτον Ἡρόδοτος ἐν τῇ πρώτῃ ξένον φησὶν εἶναι Θρασυβούλῳ τῷ Μιλησίων τυράννῳ.
Φησὶ δὲ Ἀρίστιππος ἐν πρώτῳ Περὶ παλαιᾶς τρυφῆς περὶ αὐτοῦ τάδε, ὡς ἄρα ἐρασθεῖσα ἡ μήτηρ αὐτοῦ Κράτεια συνῆν αὐτῷ λάθρα· καὶ ὃς ἥδετο. φανεροῦ δὲ γενομένου βαρὺς πᾶσιν ἐγένετο διὰ τὸ ἀλγεῖν ἐπὶ τῇ φωρᾷ. ἀλλὰ καὶ Ἔφορος ἱστορεῖ ὡς εὔξαιτο, εἰ νικήσειεν Ὀλύμπια τεθρίππῳ, χρυσοῦν ἀνδριάντα ἀναθεῖναι. νικήσας δὲ καὶ ἀπορῶν χρυσίου, κατά τινα ἑορτὴν ἐπιχώριον κεκοσμημένας ἰδὼν τὰς γυναῖκας πάντα ἀφείλετο τὸν κόσμον, καὶ ἔπεμψε τὸ ἀνάθημα.
Λέγουσι δέ τινες ὡς θελήσας αὐτοῦ τὸν τάφον μὴ γνωσθῆναι, τοιοῦτόν τι ἐμηχανήσατο. δυσὶν ἐκέλευσε νεανίσκοις, δείξας τινὰ ὁδόν, ἐξελθεῖν νύκτωρ, καὶ τὸν ἀπαντήσαντα ἀνελεῖν καὶ θάψαι· ἔπειτα βαδίζειν ἄλλους τε κατὰ τούτων τέτταρας,
ἔστι καὶ ἡμῶν·πλούτου καὶ σοφίης πρύτανιν πατρὶς ἥδε Κόρινθος
- κόλποις ἀγχίαλος γῆ Περίανδρον ἔχει.
μή ποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος· ἀλλὰ
- τέρπεο πᾶσιν ὁμῶς οἷσι δίδωσι θεός.
- καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη,
- οὕνεκεν οὐκ ἔτυχεν πρήξιος ἧς ἔθελεν.
Τούτου ἐστὶ καὶ τὸ Μηδὲν χρημάτων ἕνεκα πράττειν· δεῖν γὰρ τὰ κερδαντὰ κερδαίνειν. ἐποίησε δὲ καὶ ὑποθήκας εἰς ἔπη δισχίλια. εἶπέ τε τοὺς μέλλοντας ἀσφαλῶς τυραννήσειν τῇ εὐνοίᾳ δορυφορεῖσθαι, καὶ μὴ τοῖς ὅπλοις. καί ποτε ἐρωτηθεὶς διὰ τί τυραννεῖ, ἔφη, ὅτι καὶ τὸ ἑκουσίως ἀποστῆναι καὶ τὸ ἀφαιρεθῆναι κίνδυνον φέρει. ἔλεγε δὲ καὶ τάδε· καλὸν ἡσυχία· ἐπισφαλὲς προπέτεια· κέρδος αἰσχρόν· * δημοκρατία κρεῖττον τυραννίδος· αἱ μὲν ἡδοναὶ φθαρταί, αἱ δὲ τιμαὶ ἀθάνατοι·