Vitae philosophorum

Diogenes Laertius

Diogenes Laertius. Hicks, R. D., editor. Cambridge, MA.: Harvard University Press; London: William Heinemann Ltd., 1925.

ἐποίησε δὲ καὶ ἐλεγεῖα ἔπη ἑξακόσια, καὶ ὑπὲρ νόμων καταλογάδην τοῖς πολίταις.

Ἤκμαζε μὲν οὖν περὶ τὴν τεσσαρακοστὴν δευτέραν Ὀλυμπιάδα· ἐτελεύτησε δʼ ἐπὶ Ἀριστομένους τῷ τρίτῳ ἔτει τῆς πεντηκοστῆς δευτέρας Ὀλυμπιάδος, βιοὺς ὑπὲρ ἔτη ἑβδομήκοντα, [ἤδη γηραιός]. καὶ αὐτῷ ἐπὶ τοῦ μνήματος ἐπιγέγραπται τόδε·

    οἰκείοις δακρύοις ἁ γειναμένα κατακλαίει
  1. Πιττακὸν ἥδʼ ἱερὰ Λέσβος ἀποφθίμενον.
ἀπόφθεγμα αὐτοῦ· καιρὸν γνῶθι.

Γέγονε δὲ καὶ ἕτερος Πιττακὸς νομοθέτης, ὥς φησι Φαβωρῖνος ἐν Ἀπομνημονευμάτων πρώτῳ καὶ Δημήτριος ἐν Ὁμωνύμοις, ὃς καὶ μικρὸς προσηγορεύθη.

Τὸν δʼ οὖν σοφὸν λέγεταί ποτε νεανίσκῳ συμβουλευομένῳ περὶ γάμου ταῦτα εἰπεῖν, ἅ φησι Καλλίμαχος ἐν τοῖς ἐπιγράμμασι·

  • ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρραδίου·
  • ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ·
  • ἡ δʼ ἑτέρη προβέβηκε. τί λώϊον; εἰ δʼ ἄγε σύν μοι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.
    V1_82
  • εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, ἤνιδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.
  • οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.
  • κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὠ μὲν ἐπέστη πλησίον· οἱ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα.
  • ταῦτʼ ἀΐων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου δράξασθαι, παίδων κληδόνα[*](κληδόνι vulg.) συνθέμενος.
  • τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην. οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.

  • δοκεῖ δʼ ἐκ διαθέσεως αὐτὰ εἰρηκέναι. εὐγενεστέρα γὰρ αὐτῷ οὖσα ἡ γυνή, ἐπειδήπερ ἦν Δράκοντος ἀδελφὴ τοῦ Πενθίλου, σφόδρα κατεσοβαρεύετο αὐτοῦ.

    Τοῦτον Ἀλκαῖος σαράποδα μὲν καὶ σάραπον ἀποκαλεῖ διὰ τὸ πλατύπουν εἶναι καὶ ἐπισύρειν τὼ πόδε· χειροπόδην δὲ διὰ τὰς ἐν τοῖς ποσὶ ῥαγάδας, ἃς χειράδας ἐκάλουν· γαύρηκα δὲ ὡς εἰκῆ γαυριῶντα· φύσκωνα δὲ καὶ γάστρωνα ὅτι παχὺς ἦν· ἀλλὰ μὴν καὶ ζοφοδορπίδαν ὡς ἄλυχνον· ἀγάσυρτον δὲ ὡς ἐπισεσυρμένον καὶ ῥυπαρόν. τούτῳ γυμνασία ἦν σῖτον ἀλεῖν, ὥς φησι Κλέαρχος ὁ φιλόσοφος.

    Καὶ αὐτοῦ ἐστιν ἐπιστόλιον τοιόνδε·

    Πιττακὸς Κροίσῳ

    “Κέλεαί με ἱκνέεσθαι ἐς Λυδίην, ὅπως σοι τὸν ὄλβον ἴδοιμι· ἐγὼ δὲ καὶ μὴ ὁρεὶς πέπεισμαι τὸν Ἀλυάττεω παῖδα τῶν βασιλήων πολυχρυσότατον πέλειν. οὐδέν τε πλέον ἄμμιν ἱκομένοις ἐς Σάρδις·

    V1_84
    χρυσοῦ γὰρ οὐ δεύμεθα, ἀλλὰ πέπαμαι ἄρκια καὶ τοῖς ἐμοῖς ἑτάροις, ἔμπας δʼ ἵξομαι, ὡς ἀνδρὶ ξείνῳ γενοίμην τοι συνόμιλος.

    Βίας Τευτάμου Πριηνεύς, προκεκριμένος τῶν ἑπτὰ ὑπὸ Σατύρου. τοῦτον οἱ μὲν πλούσιον, Δοῦρις δὲ πάροικόν φησι γεγονέναι. Φανόδικος δὲ κόρας αἰχμαλώτους λυτρωσάμενον Μεσσηνίας θρέψαι τε ὡς θυγατέρας καὶ προῖκας ἐπιδοῦναι καὶ εἰς τὴν Μεσσήνην ἀποστεῖλαι τοῖς πατράσιν αὐτῶν. χρόνῳ δὲ ἐν ταῖς Ἀθήναις, ὡς προείρηται, τοῦ τρίποδος εὑρεθέντος ὑπὸ τῶν ἁλιέων, τοῦ χαλκοῦ, ἐπιγραφὴν ἔχοντος τῷ σοφῷ, Σάτυρος μέν φησι παρελθεῖν τὰς κόρασ—οἱ δὲ τὸν πατέρα αὐτῶν, ὡς καὶ Φανόδικοσ—εἰς τὴν ἐκκλησίαν, καὶ εἰπεῖν τὸν Βίαντα σοφόν, διηγησαμένας τὰ καθʼ ἑαυτάς. καὶ ἀπεστάλη ὁ τρίπους· καὶ ὁ Βίας ἰδὼν ἔφη τὸν Ἀπόλλωνα σοφὸν εἶναι, οὐδὲ προσήκατο.

    οἱ δὲ λέγουσιν ἐν Θήβαις τῷ Ἡρακλεῖ αὐτὸν ἀναθεῖναι, ἐπεὶ ἀπόγονος ἦν Θηβαίων ἀποικίαν εἰς Πριήνην στειλάντων, ὥσπερ καὶ Φανόδικός φησι.

    Λέγεται δὲ καὶ Ἀλυάττου πολιορκοῦντος Πριήνην τὸν Βίαντα πιήναντα δύο ἡμιόνους ἐξελάσαι εἰς τὸ στρατόπεδον· τὸν δὲ συνιδόντα καταπλαγῆναι τὸ μέχρι καὶ ἀλόγων διατείνειν αὐτῶν τὴν εὐθενίαν. καὶ ἐβουλήθη σπείσασθαι,

    V1_86
    καὶ εἰσέπεμψεν ἄγγελον. Βίας δὲ σωροὺς ψάμμου χέας καὶ ἄνωθεν σῖτον περιχέας ἔδειξε τῷ ἀνθρώπῳ· καὶ τέλος μαθὼν ὁ Ἀλυάττης εἰρήνην ἐσπείσατο πρὸς τοὺς Πριηνέας. θᾶττον δʼ αὐτῷ πέμψαντι πρὸς τὸν Βίαντα ἵνα ἥκοι παρʼ αὐτόν, ἐγὼ δέ, φησίν, Ἀλυάττῃ κελεύω κρόμμυα ἐσθίειν, [ἴσον τῷ κλαίειν].