Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ἀπεγνωσμένων δὲ ἤδη τῶν πραγμάτων καὶ τῆς βασιλείας ἐκ τοῦ πλείονος ἀνῃρημένης Ποστούμιος ἐν Γάλλοις ἀφανὴς τὸ ἐκ πατέρων περιθεὶς ἑαυτῷ τὴν ἁλουργίδα δέκα τῶν πραγμάτων ἐνιαυτοὺς ἐπετρόπευσε καὶ τὴν ἀπολομένην γῆν ἀνεκτήσατο πολλὴν ἀρετὴν ἐνδειξάμενος: πολλά τε κατώρθωσεν ἄν, εἰ μὴ τάραχος αὐτὸν στρατιωτικὸς ἀνεῖλεν αἰτιασαμένου τοῦ πλήθους, ὅτι δὴ Μογοντιακὸν τὴν πόλιν, ἥτις τυραννήσαντι Λουκίῳ Αἰλιανῷ συνεπολέμησε, μετὰ τὴν νίκην οὐκ ἐπέτρεψε πολιορκηθῆναι καὶ τὰ χρήματα τῆς πόλεως γενέσθαι τῶν νενικηκότων. οὕτω δὴ τούτου τελευτήσαντος Μάριος εὐτελὴς καὶ προεστηκὼς ἐργαστηρίου ἐπελάβετο τῆς ἀρχῆς καὶ μίαν κρατήσας ἡμέραν τῆς ὑστεραίας ἀνῃρέθη. καὶ διεδέξατο Βικτωρῖνος τὴν βασιλείαν ἐν τῇ Γάλλων γῇ χρῆσθαι μὲν τοῖς πράγμασιν ἐπιστάμενος, δουλεύων δὲ ἡδοναῖς καὶ τοῖς ἀλλοτρίοις γάμοις ἐπιβουλεύων. τοῦτο γοῦν αὐτὸν καὶ ἀπήνεγκεν ὡς τάχιστα τοῦ βίου δεύτερον τῆς βασιλείας ἄγοντα ἔτος δούλου τινὸς Ἀκτουαρίου τὴν τελευτὴν ἐπαγαγόντος: τοῦτο γὰρ ἦν ὄνομα τῷ πεφονευκότι.

Καὶ μετῆλθεν εἰς Τέτρικον ἡ βασιλεία τῆς Ακυτανίας ἔχοντα τὴν ἡγεμονίαν τοῦ στρατοῦ τὴν ψῆφον ἐπ̓ αὐτὸν ἀγαγόντος. περιεβάλλετο μὲν οὖν ἐν Βουρδιγάλλοις τὴν ἁλουργίδα, ταραχὰς δὲ ὑπέμεινε στρατιωτικὰς πολλάς τε καὶ μεγάλας. ταύτης οὔσης ἐν Γάλλοις τῆς καταστάσεως ἐν τοῖς ἑῴοις Ὀδέναθος μετατιμηθεὶς

157
τῆς ἀρχῆς νικᾷ τε Πέρσας μάχῃ καὶ τὴν Συρίαν ἀνακτησάμενος προσῆλθεν ἐπὶ τὴν μέσην τῶν ποταμῶν καὶ πρὸς Κτησιφῶντα χωρήσας αὐτὴν ἐπολιόρκησεν.