Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Κατὰ δὲ τὸν αὐτὸν χρόνον Καραύσιος οὐδαμόθεν οὐδενὶ γνωριζόμενος πλὴν ἐκ πολεμικῶν ἔργων, ἐκπεμφθεὶς παρὰ Μαξιμιανοῦ εἰς τὴν Βονωνίαν ὥστε τὰ περὶ τὸ Βελγικὸν καὶ Ἀρμόριχον καταστῆσαι παρὰ τῶν προσοίκων ἐνοχλούμενα, βαρβάρων πολλαῖς κρατήσας μάχαις τὴν ἐκ τοῦ πολέμου λείαν οὔτε τῷ στρατῷ διένειμεν οὔτε τοῖς βασιλεῦσιν ἀνέπεμψε: καὶ δἰ ὑποψίας ἐλθὼν ὡς ἐκ προνοίας ἐπὶ νεωτερισμῷ τὸν πλοῦτον συναγείρας προσετάχθη μὲν ὑπὸ Μαξιμιανοῦ κατασφαγῆναι, γνοὺς δὲ ἁλουργίδα τε ἐνέδυ καὶ καταλαμβάνει τὰς Βρεττανικὰς πόλεις.
Πάντων οὖν πανταχόθεν θορύβου πεπληρωμένων ʽκαὶ γάρ τοι καὶ Ἀχιλλεὺς χεῖρας ἀντάρας ἐτύγχανεν ἐν Αἰγύπτῳ: καὶ Γειτιανοί, πέντε δὲ ἦσαν οὗτοι, νεωτεροποιοῦντες ἐπὶ τῆς Ἀφρικῆς δύναμιν συνεκρότουν̓ τὸν μὲν Ἑρκούλιον Μαξιμιανὸν Αὔγουστον ἀνηγόρευσε, Κωνστάντιον δὲ καὶ Μαξιμιανὸν Καίσαρας. ἦν δὲ Κωνστάντιος μὲν Κλαυδίου τοῦ βασιλεύσαντος ἀπὸ θυγατρὸς ἔκγονος, Μαξιμιανὸς δὲ ὁ καὶ Γαλλέριος ἐπικληθεὶς ἐκ Δακῶν τῶν περὶ Σαρδάκην ἔχων τὸ γένος. βουλόμενος δὲ αὐτοὺς πιστοτέρους ἑαυτῷ καταστῆσαι τῇ διὰ τοῦ γάμου κατέδησε συγγενείᾳ