Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Πρόβος ἐντεῦθεν ἐκτήσατο τὴν βασιλείαν πολλὴν ἀπὸ τῶν πολεμικῶν δόξαν ἔχων, ἣν καὶ μετὰ ταῦτα οὐχ ἧττον ηὔξησε: Γάλλους τε γὰρ ἠλευθέρωσε τῶν βαρβάρων πολλαῖς αὐτῶν κρατήσας μάχαις: τούς τε ἐπιβουλεῦσαι τῇ βασιλείᾳ βουληθέντας, Σατορνῖνόν τε ἐν τοῖς πρὸς ἕω, Πρόκλον τε καὶ τὸν Βόνωσον ἐν Ἀγριππίνῃ, πολέμῳ νικήσας ἀνεῖλε. Γάλλοις ἐπέτρεφεν ἀμπελουργεῖν οὔπω πρότερον τοῦτο εἰδόσι τῇ στρατιωτικῇ τεχνησάμενος χειρὶ τό τε Ἄλμον καὶ τὸ Αὔρεον ʽὄρη δὲ ἔστιν τὸ μὲν Σιρμίου τὸ δὲ ἐν Μυσοῖσ̓ κατεφύτευσεν ἀμπελῶνας καὶ παρέδωκε τοῖς προσοίκοις γεωργεῖν. πολλούς τε ἑτέρους κατορθώσας πολέμους καὶ πάντα ποιήσας ἐν εἰρήνῃ καί τι καὶ νεανιευσάμενος μικρὸν ὕστερον, ὡς οὐδὲν αὐτῷ δεήσει δυνάμεως, θαυμαζόμενος ἐπ̓ ἀνδρείᾳ τε καὶ δικαιοσύνῃ καὶ τοῖς μὲν πλεονεκτήμασιν ἀφομοιούμενος Αὐρηλιανῷ, τὰς κακίας δὲ φεύγων, ἀνῃρέθη κατὰ τὸ Σίρμιον ὑπὸ στρατιωτικοῦ ταράχου τοῦτο παθών.

Δέχεται δὲ τὴν βασιλείαν Κάρος Ναρβωνήσιος ʽΓάλλων δὲ ἦν ἡ πόλισ̓ καὶ ποιεῖ κοινωνοὺς εὐθὺς αὑτῷ τῆς βασιλείας Καρῖνον καὶ Νουμεριανὸν τοὺς παῖδας. μαχόμενος δὲ πρὸς Σαρμάτας, ἐπειδή τις ἤγγειλεν αὐτῷ τοὺς Πέρσας τὰ πρὸς ἕω ταράττειν, δρόμον τε ὡς αὐτοὺς ἐποιήσατο καὶ κατεκράτησεν αὐτῶν πολλαῖς συμπλοκαῖς. Κόγχην τε καὶ Κτησιφῶντα τῶν Περσικῶν πόλεων ἐπιφανεστάτας εἷλε: καὶ στρατοπεδευσάμενος ὑπὸ τὸν Τίγρητα ποταμὸν ἀπώλετο κεραυνῷ. καὶ μετὰ τοῦτον ὁ παῖς Νουμεριανὸς συνεκστρατεύσας αὐτῷ δόλῳ θνήσκει τοῦ κηδεστοῦ ʽἌπρος δὲ ἦν ὄνομα αὐτᾦ καὶ διὰ τὸ τῶν ὀμμάτων γενόμενον πάθος οὐ δυνάμενος ἀλύπως δέξασθαι τὸν καθαρὸν ἀέρα ἐπιθεὶς ἑαυτὸν φορείῳ καὶ δέρματα πανταχόθεν περικλείσας ἤνυε τὴν ὁδόν: ὁ τοίνυν Ἄπρος ἀνελὼν αὐτὸν ἔκρυπτε τὸν θάνατον, πρὶν δὴ τῶν ἑπομένων τινὲς ἠναγκάσθησαν ὑπὸ τῆς τοῦ νεκροῦ δυσωδίας περιεργάσασθαι καὶ μηνῦσαι τῷ στρατῷ τὸ γεγενημένον: ἔκρυπτε δὲ τὴν τελευτὴν Ἄπρος αὐτὸς κρατῆσαι τῶν πραγμάτων ἐπιθυμῶν.

163