Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Τότε λοιπὸν Αὐρηλιανὸς ἐπὶ τὰ πράγματα παρῆλθεν ἐκ τῆς Δακίας τῆς καλουμένης Ῥιπενσίας ἕλκων τὸ γένος, δυνατώτατος μὲν καὶ ἀνδρειότατος ἐν ταῖς μάχαις, μικρόψυχος δὲ ἐν τοῖς πολιτικοῖς πράγμασιν. οὗτος τοὺς μὲν περὶ τὸν Ἴστρον βαρβάρους ἐνίκησε μάχῃ καὶ τοὺς Ῥωμαϊκοὺς ὅρους ἐξέτεινε κατὰ τὸ σχῆμα τὸ πρότερον: ἐκράτησέ τε Τετρίκου μὲν ἐν Γάλλοις αὐτοῦ προσαγαγόντος αὑτόν τε καὶ τὸ στρατόπεδον: ἐπειδὴ γὰρ οὐκ ἔφερε συνεχῶς αὐτῷ ἐπανισταμένων, μεθ̓ ἡδονῆς ἐδέξατο τὴν Αὐρηλιανοῦ δεσποτείαν. φασὶ γοῦν αὐτὸν γράμμασι λαθραίοις παρακεκληκέναι τὴν ἀρχὴν ὑποδέξασθαι καὶ τὸ ἔπος ἐνθεῖναι τοῖς γράμμασιν, ὃ πεποίηκεν ὁ Βεργίλλιος ἐκ προσώπου Παλινούρου πρὸς τὸν Αἰνείαν ἐξάρπασόν με τούτων ἀήττητε τῶν κακῶν. συνάψας δὲ καὶ πρὸς Ζηνοβίαν μάχην, ἥτις μετὰ τὴν τοῦ ἀνδρὸς Ὀδενάθου τελευτὴν ἐβασίλευε τῶν ἑῴων, αἱρεῖ μὲν αὐτὴν πλησίον Ἀντιοχείας οὐ καρτερᾶς δεηθεὶς μάχης, ἀπήγαγε δὲ εἰς τὴν Ῥώμην αὐτήν τε καὶ τὸν Τέτρικον καὶ καθ̓ ἑκατέρων ἐθριάμβευσε τῆς οἰκουμένης αὐτοκράτωρ προσαγορευθείς. ἡγοῦντο δὲ αὐτῷ τῶν ἁρμάτων Τέτρικός τε καὶ Ζηνοβία: καὶ τὸν μὲν

159
ἐπιτροπεύειν ἔταξε τῆς Λουκανῶν ἐπαρχίας τὸ λοιπὸν τοῦ βίου, Ζηνοβία δὲ καὶ αὐτὴ μικρὸν βιώσασα μετὰ τὴν αἰχμαλωσίαν χρόνον τοὺς παῖδας κατέλιπεν ἐπὶ τῆς Ῥώμης, ὧν ἔτι καὶ νῦν εἰσιν ἀπόγονοι.

Κατὰ τούτους τοὺς χρόνους οἱ τὸ νόμισμα διοικοῦντες ἐξ ἀργύρου τε καὶ χρυσίου καὶ μὴν καὶ τὸν χαλκὸν μορφοῦντες εἰς δηνάριον ἐξανέστησαν εἰς στάσιν, ὥστε καὶ συγκροτῆσαι πόλεμον καὶ εἰς χεῖρας ἐλθεῖν: αἰτίαν δὲ ἔσχεν ὁ θόρυβος τὴν περὶ τὸ νόμισμα ῥᾳδιουργίαν. κρατήσας δὲ αὐτῶν Αὐρηλιανὸς πολλῇ μετὰ τὴν νίκην ὠμότητι κατεχρήσατο. πολλοὺς δὲ καὶ ἐκ τῶν τῆς γερουσίας ἀνεῖλε φονῶν ἀεί, ὥστε μῖσος μὲν αὐτῷ τεχθῆναι πολὺ μὴ μὴν ἄχρηστον πάντη γενέσθαι τὴν ὠμότητα, τῶν πολλῶν ἐκ τούτου πρὸς τὸ δέον ἀφικνουμένων, πλὴν ὅτι καθάπερ ἔκ τινος μελέτης οὐδὲ τῶν ἀδελφιδῶν ἐφείσατο.