Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ἐβασίλευσε τοίνυν αὐτὸς οὗτος Ἀντωνῖνος Φούλβιος, ὃς καὶ Βοϊώνιος ἐπεκλήθη καὶ Πίος, ἐκ γένους τε κατιὼν λαμπροῦ, τόγε εἰς τοὺς ἐγγὺς προγόνους, παλαιότητα γὰρ οὐκ εἶχε διεγνωσμένην. δικαίως τ̓ ἂν ἐξισωθεὶς τῷ Νουμᾷ Πομπιλίῳ, ὥσπερ οὖν καὶ Τραϊανὸς Ῥωμύλῳ. οὗτος σεμνὸς μὲν ἦν καὶ ἰδιωτεύων, οὐ διέφθειρε δὲ αὑτὸν οὐδὲ ἐπὶ τῆς ἀρχῆς, τραχύτητος πάμπαν ἀπέχων, ἥμερος δὲ πρὸς ἅπαντας καὶ ἁπλοῦς, ἐπιστήμῃ δὲ τῶν πολεμικῶν κεκοσμημένος, ἄδικον δὲ οὐκ ἐπάγων πόλεμον: φυλάττειν γὰρ ἦν αὐτῷ τὰ κτηθέντα σκοπός, οὐχ ἕτερα προστιθέναι. καὶ τοὺς μὲν ἀγαθοὺς ἄνδρας ἦγεν ἐπὶ τὰς ἀρχὰς καὶ πάσης τιμῆς ἠξίου, τῶν πονηρῶν δὲ ἕκαστος αὐτῶν ἀφίστατο μηδεμίαν περιβαλλόμενος συμφοράν. τοῖς ἐνσπόνδοις δὲ τῶν κατὰ ἔθνη βασιλέων φοβερός τε ἦν ἅμα καὶ ἐπέραστος ὥστε πολλοὺς τῶν βαρβάρων ἀποθεμένους τὰ ὅπλα περὶ τῶν διαφορῶν ὑπ̓ αὐτῷ κρίνεσθαι στέργειν τε ἅπερ ἂν γνοίη. πλοῦτον δὲ ἔχων πρὸ τῆς βασιλείας οὐκ ὀλίγον μετὰ τὴν βασιλείαν διένειμεν ἅπαντα τῷ στρατῷ καὶ τοῖς φίλοις, ὥστε τὰ δημόσια χρήματα τῆς δαπάνης οἴκοθεν γιγνομένης πολυπλασιασθῆναι. Εὐσεβὴς δὲ ἐπικληθεὶς διὰ τὴν φιλανθρωπίαν τελευτᾷ τὸν βίον ἐν ἀγρῷ ʽΛωρίον ἦν ὄνομα αὐτῷ, τῆς Ῥώμης πόρρω δύο καὶ δέκα σημείων̓ ἑβδομηκονταετὴς γενόμενος, βασιλεύσας δὲ τρία καὶ εἴκοσιν ἔτη. καθιερώθη καὶ οὗτος δόγματι κοινῷ.

143

Μετὰ τοῦτον ἐβασίλευσε Μάρκος Ἀντωνῖνος Οὔηρος, ἐξ ἐπιφανῶν καὶ οὗτος πατέρων: τὸ γὰρ δὴ γένος αὐτῷ πρὸς τὸν Νουμᾶν Πομπίλιον ἀνεφέρετο τὸ πατρῷον, μητρὸς δὲ ἦν ἐκ βασιλικοῦ σπέρματος κατιούσης: Σολεντῖνος γὰρ ἦν βασιλεύς τις, ὁ ταύτης προπάτωρ. καὶ συνεβασίλευσεν αὐτῷ Λουκίος Ἀντωνῖνος Οὔηρος. καὶ τότε δὴ πρῶτον ὑπὸ δύο τὰ Ῥωμαϊκὰ βασιλεῦσιν ἤγετο τῶν πρόσθεν καθ̓ ἕνα βεβασιλευκότων.