Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Ἤνθησε γοῦν τὰ τῆς Ῥώμης πράγματα μάλιστα κατ̓ αὐτὸν ὑπὸ τῶν ἐμφυλίων καθαρθέντα πολέμων. καὶ προσετέθη τοῖς ὑπακούουσιν Αἴγυπτός τε καὶ Κανταβρία, Δαλματία τε ἐπὶ τούτοις: ἡττηθέντες γὰρ πρότερον πολλάκις, δουλεύσαντες δὲ ἐπ̓ αὐτοῦ μόνον: Ἰλλυριοί τε καὶ Παίονες καὶ Ἀκυτανοὶ καὶ Ῥητίαι καὶ Βενδέλικος καὶ Σάλασσος πρὸς τοῖς ὄρεσι τοῖς Ἀλπείοις ἡ Ποντική τε παραλία καὶ ταύτης αἱ μέγισται πόλεις, Βόσπορός τε καὶ Παντικάπαιον: καὶ μὴν Δάκες τε καὶ Γερμανοὶ μάχαις νικηθέντες πολλαῖς ἀπῳκίσθησαν ὑπὲρ τὸν Ἄλβιν ποταμόν, ὃς ἐν μέσῳ ῥεῖ βαρβάροις ὡς πορρωτάτω τοῦ Ῥήνου. κατώρθωσε δὲ τοῦτον μὲν τὸν πόλεμον διὰ τοῦ προγόνου Δρούσου, τὸν δὲ πρὸς Παίονας διὰ Τιβερίου ʽπρόγονος δὲ αὐτῷ καὶ οὗτος ἦν̓, ὅθεν αὐτῷ τεσσαράκοντα χιλιάδες ἀνδρῶν αἰχμαλώτων ἤχθησαν, ἀπῴκισέ τε αὐτοὺς περὶ τὰς ὄχθας τοῦ Ῥήνου. καὶ τῆς Ἀρμενίας δὲ τοὺς Πέρσας ἀφελόμενος
πρὸς αὐτὸν καὶ Ἰνδοὶ πρεσβείαν ἔστειλαν, οὔπω πρότερον τὴν Ῥωμαϊκὴν βασιλείαν οὐδὲ ἀκοῇ δεδεγμένοι. αὐτὸς καὶ Γαλατίαν βασιλευομένην πρότερον μὲν εἰς σχῆμα ἤγαγεν ἐπαρχίας, ἡγεμόνα δὲ ἐπέστησε Μάρκον Λόλλιον. τοιοῦτος δὲ ἦν αὐτοῦ καὶ τοῖς βαρβάροις ἔρως ὥστε πολλοὺς καὶ τῶν βασιλευόντων ἐπωνύμους αὐτῷ κατασκευάσαι πόλεις, ὅθεν ἔτι καὶ νῦν εἴσιν αἱ Καισάρειαι. πολλοὶ δὲ καὶ τῶν βασιλέων αὐτῶν ἐπιθυμίᾳ τῆς Αὐγούστου θέας εἰς τὴν Ῥώμην ἀφικόμενοι τὴν Ῥωμαϊκὴν μετῆλθον στόλην, οὕτω τε αὐτῷ κατηκολούθουν ἐπὶ τῆς πόλεως ἢ ἐφ̓ ἅρματος ἢ ἐφ̓ ἵππου φερομένῳ: καὶ πρῶτος ἁπάντων ἔλαβε τὴν τοῦ θεοῦ προσηγορίαν παραπέμψας Καίσαρι Τιβερίῳ τὴν ἀρχήν, ὃς πρόγονός τε ἦν αὐτοῦ καὶ ἐπὶ θυγατρὶ κηδεστὴς καὶ πρὸς υἱοθεσίαν εἰσπεποιημένος.