Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ἐπὶ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγρίππας ἐν Ἀκυτανίᾳ πολλὰ κατώρθωσε καὶ μεγάλα: καὶ Βεντίδιος Βάσσος ἐν Συρίᾳ Πέρσας τε τρισὶν ἐνίκησε μάχαις καὶ τὸν τοῦ βασιλέως υἱὸν Ὀρόδου κατήνεγκεν: Ὀρόδης δὲ ἦν ὁ τὸν Κράσσον ἀνελών, περὶ οὗ πρόσθεν εἴρηται: οὗτός τε πρῶτος ἐθριάμβευσε κατὰ Περσῶν δικαίᾳ ψήφῳ τὸ γέρας λαβών.

Οὐ μὴν ἔμεινεν ἐπὶ τῶν σπονδῶν ὁ Πομπήϊος: ἀλλὰ κατὰ θάλασσαν ἐπελθὼν ἡττήθη τῇ ναυμαχίᾳ καὶ ἀνῃρέθη. Ἀντώνιος δὲ τὴν ἀδελφὴν Αὐγούστου γαμετὴν αὐτῷ γεγενημένην κατὰ τὰς Καίσαρος διαλλαγὰς ἀποπέμψας εἰσηγάγετο τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου: καὶ χωρήσας ἐπὶ Πέρσας ἐν ἀρχῇ μὲν αὐτῶν ἐκράτει μάχῃ, λιμοῦ δὲ καταλαβόντος τὸ στράτευμα καὶ ἐπ̓ αὐτῷ καὶ λοιμοῦ ἀνεχώρησεν ἐπεξιόντων Περσῶν ὡσανεὶ ἡττημένῳ.