Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Βασιλεύει δὲ μετ̓ αὐτὸν ὁ τούτου φονεὺς ἐξ ἐπισήμων κατιὼν πατέρων, ἐπιφανεστέρου δὲ τοῦ μητρώου, ἀνὴρ ἀγαθός τε καὶ πρᾷος καὶ φίλος μὲν ἐς τὰ μάλιστα Νέρωνι, οὐδὲν δὲ ὑπὸ τῆς πρὸς ἐκεῖνον συνηθείας βλαβείς. ἐν μέντοι τῇ βασιλείᾳ γενναῖον οὐδὲν ἐπεδείξατο δἰ αἰτίαν τήνδε: Βιτέλλιος, ἡνίκα οὗτος ἐβασίλευσεν, ὑπὸ τῆς ἐν Γερμανοῖς στρατιᾶς ἀνερρήθη: καὶ γίγνεται πόλεμος Ὄθωνί τε καὶ ἐκείνῳ καὶ τοῖς μεθ̓ ἑκατέρου στρατεύμασι. μετὰ πλείονος δὲ πλήθους οὗτος παραταττόμενος ἧττον ἔσχεν ἐν τῇ πρώτῃ συμπλοκῇ: δεινόν τε ποιησάμενος, ὅτι δὴ
Βιτέλλιος οὗν ἦν ἐπὶ τῆς βασιλείας ἐκ πατέρων γεγενημένος γένει μὲν οὐκ ἐπισήμων, τὰς τιμὰς δὲ ἐξ ἀρετῆς κτησαμένων: ὁ γοῦν πατὴρ αὐτοῦ τρίτον ἐπὶ τὴν ὑπατείαν κληθεὶς οὐ κατῄσχυνε τοὺς ἑλομένους εἰς δέον ταῖς ἐξουσίαις χρησάμενος. ἀλλ̓ ἐγένετο κατὰ τὴν βασιλείαν ἀτοπώτατος καὶ τῇ γαστρὶ πάντα μετρῶν ὥστε νύκτας ἡμέραις συνάπτειν ἐν συμποσίοις. φασὶ γοῦν αὐτῷ τὸν ἀδελφὸν παρασκευάσαι τράπεζαν, προθεῖναι δὲ αὐτῷ δισχιλίους μὲν ἰχθῦς, ἑπτακισχίλια δὲ πτηνὰ καὶ τὴν ἄλλην ἅπασαν δαπάνην ἐφάμιλλον. μιμεῖσθαι δὲ ἐπεμελεῖτο τὸν Νέρωνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἅπαντα πράττειν ἐποιεῖτο τὸν τάφον τε αὐτῷ λαμπρότερον ἐποίησε γενέσθαι: κατορώρυκτο γὰρ ἀσήμως, ὡς ἐν τοῖς ἔμπροσθεν δεδήλωται. ταῦτα οὔτε ὁ δῆμος ἤνεγκεν οὔτε ὁ στρατὸς ὁ τεταγμένος ὑπὸ Οὐεσπασιανῷ στρατηγὸς δὲ ἦν οὗτος τὴν πρὸς Ἰουδαίους διακονούμενος μάχην̓, ἀλλὰ προσάγουσι μὲν αὐτὸν εἰς τὸ δημόσιον, ἐπειδὴ καὶ τὸν ἀδελφὸν Οὐεσπασιανοῦ Σαβῖνον συνεμπρήσας ἐτύγχανε τῷ Καπετωλίῳ: κρεμάσαντες δὲ ἀπὸ τῆς κόμης καὶ τῷ λαιμῷ ξίφος ὑποθέντες εἷλκον διὰ τῆς πόλεως τό τε στέρνον γυμνώσαντες ὥστε τοὺς ἐντυγχάνοντας κατ̓ ἐξουσίαν πλήττειν καὶ τοῦτον αἰκισάμενοι τὸν τρόπον τὸ τελευταῖον ἀπέπνιξαν καὶ τὸ σῶμα ἔρριψαν εἰς τὰ ῥεύματα τοῦ Θύμβριδος ὡς οὐκ ἄξιον ὂν ἐπικαλυφθῆναι τῇ γῇ. καὶ ὁ μὲν οὕτως ἐτελεύτησεν ἑβδόμῳ καὶ πεντηκοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας ἐν ὀγδόῳ μηνὶ μιᾶς προσδεούσης ἡμέρας.