Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Μετὰ τοῦτον βασιλεύει Κλαύδιος: ὃς ἦν μὲν θεῖος τοῦ Καλιγούλου, Δρούσου δὲ παῖς, οὗ μνημεῖόν ἐστιν ἐν Μογοντιακῷ. οὗτος βασιλικώτερον ἑαυτὸν ἤγαγε μετριότητι μὲν πρὸς τοὺς πλείστους καὶ ἡμερότητι χρώμενος, ὠμότητι δὲ πρὸς ὀλίγους σφόδρα. καὶ πρῶτος μετὰ τὸν πρόγονον αὐτοῦ Γάϊον Καίσαρα Βρεττανοῖς ἐπήνεγκε
Καὶ παρῆλθεν εἰς τὴν βασιλείαν ὁ Νέρων ἐξ ἀδελφῆς μὲν τοῦ Καλιγούλου γεγονώς, παριὼν δὲ πάσῃ πονηρίᾳ τὸν θεῖον Γάϊον: τήν τε γὰρ ἀρχὴν κατῄσχυνε καὶ πολλὰ τῶν Ῥωμαϊκῶν ἐμείωσε δικαίων. οὕτω δὲ ἐδούλευεν ἡδοναῖς ὡς μηδεμιᾶς ὑπὲρ αὐτῶν φείδεσθαι δαπάνης: ἐνελούετο μὲν γὰρ μύροις θερμοῖς μὲν ἀντὶ θερμῶν ὑδάτων, ψυχροῖς δὲ ἀντὶ τῶν ψυχρῶν δίκτυά τε κατασκευάσας ἐκ χρυσοῦ τε καὶ ἀλουργίδος τούτοις εἰς θήραν ἰχθύων ἐχρῆτο. τελευτῶν δὲ εἰς τοσαύτην ἤλασεν ἀσέλγειαν ὥστε ἐν θεάτροις πρὸς ὀρχηστὰς καὶ κιθαριστὰς καὶ φωνάσκους ἀγωνίσασθαι σχήματι καὶ στολῇ τῶν ταῦτα περιδεικνυμένων. ἰσόρροπα δὲ ἦν αὐτῷ καὶ τὰ τῆς ὠμότητος ὥστε μηδὲ τοῦ τῶν φιλτάτων αἵματος ἀποσχέσθαι: πολλούς τε τῶν συγκλητικῶν ἀποσφάξας ὕστερον τὸν ἀδελφὸν καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν γαμετὴν διεχρήσατο. καὶ τὸ μέγιστον τοῦ διεφθάρθαι τὴν ψυχὴν αὐτῷ σημεῖον ἐκεῖνό ἐστιν: ἐπιθυμήσας γὰρ ὀφθαλμοῖς δέξασθαι τὸν ἐν ταῖς συγγραφαῖς τῆς Τροίας ἐμπρησμὸν ἐκέλευσε τοῖς λαμπροῖς τῆς Ῥώμης οἰκοδομήμασιν ἐπιβληθῆναι πῦρ καὶ τέρψεως εἶδος ἐποιεῖτο τοσαύτην συμφοράν. τούτου βασιλεύοντος αἱ μέγισται τῶν Βρεττανικῶν ἀφῃρέθησαν πόλεων καὶ Πέρσαις Ἀρμενία προσεχώρησε: καὶ ὅλως ἐν αἰσχύνῃ τὰ Ῥωμαίων ἐγένετο. κατεστήσατό γε μὴν ἐπαρχίας τόν τε Πολεμωνιακὸν καλούμενον Πόντον καὶ τὰς Κοττίας Ἄλπεις, τὴν μὲν συγχωροῦντος τότε Πολέμωνος βασιλεύοντος Πόντου, τὴν δὲ Κόττου τελευτήσαντος, ἐπειδήπερ ὁ κωλύων οὐκ ἦν.