Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Καὶ Ῥώμη δὲ ἕκτον καὶ ἑβδομηκοστὸν ἐπὶ τοῖς ἑξακοσίοις ἔτος ἦν. κατὰ δὴ τοῦτον τὸν καιρὸν ἐκτὸς μὲν Λούκιος Λούκουλλος καὶ Μάρκος Αὺρήλιος Κόττας ἦσαν ὕπατοι. Νικομήδης δὴ ὁ Βιθυνῶν τελευτῶν παρέπεμψε τὴν βασιλείαν Ῥωμαίοις. Μιθριδάτης δὲ μικρὰ τῶν σπονδῶν φροντίσας κατὰ τῆς Βιθυνίας καὶ Ἀσίας ἔφοδον ἐμελέτησεν. ἀμφοτέρων δὲ τῶν ὑπάτων ἐπ̓ αὐτὸν ὁρμηθέντων νῦν μὲν ἐκράτει, νῦν δὲ ἧττον εἶχε Ῥωμαίων: καὶ Κόττας μὲν πρὸ Καλχηδόνος τῆς ἐπὶ τῷ Βοσπόρῳ συμμίξας ἡττᾶται καὶ καταφεύγει πρὸς τὸ ἄστυ. Μιθριδάτης δὲ τὴν πολιορκίαν τρίβειν αὐτῷ τοὺς χρόνους οἰηθεὶς ἔδραμεν ἐπὶ τὴν Κύζικον ὡς ὁρμητηρίῳ χρησάμενος αὐτῇ κατὰ πάσης τῆς Ἀσίας: οὐ μὴν οἷον ἤλπισεν ἔσχε τέλος. Λούκουλλος γὰρ αὐτῷ προσκαθεσθεὶς καὶ πολιορκοῦντα πολιορκήσας λιμῷ τε πιέσας αὐτόν τε καὶ τὸ στρατόπεδον συνελαύνει τὸν Μιθριδάτην εἰς τὸ Βυζάντιον, ἐφ̓ οὗ νῦν ἐστιν ἡ Κωνσταντινούπολις. καὶ μετὰ ταῦτα τοῖς στρατηγοῖς αὐτοῦ μαχεσάμενος τὸ πολὺ διέφθειρε τοῦ στρατοῦ, ὡς ἑκατὸν ἀνδρῶν χιλιάδας πεσεῖν ὑφ̓ ἑνὶ χειμῶνι καὶ θέρει.

Τῷ δὲ ἑξακοσιοστῷ καὶ ἑβδομηκοστῷ καὶ ὀγδόῳ τῆς πόλεως ἔτει τὰ Μακεδονικὰ μὲν ἐπετράπη Λικιννίῳ Λουκούλλῳ ʽἀνεψιὸς δὲ ἦν Λουκούλλου τοῦ πρὸς Μιθριδάτην πολεμοῦντοσ̓. ἐκινήθη δὲ κατὰ τὴν Ἰταλίαν πόλεμος καινός: τέσσαρες γὰρ καὶ ἑβδομήκοντα τῶν ἐπὶ μονομαχίᾳ συνειλεγμένων ἡγεμόνας τοῦ τολμήματος ποιησάμενοι

97
Σπάρτακον καὶ Κρίζον καὶ Οἰνόμαον, ὀρύξαντες τὸ μονομαχικὸν θέατρον ἀπέφυγον: καὶ πλανώμενοι κατὰ μικρόν τε ηὐξήθησαν ὥστε εἰς ἑξήκοντα μυριάδας προελθεῖν: πολλούς τε Ῥωμαίων στρατηγοὺς καὶ δύο τῶν ὑπάτων ἀνελόντες οὐχ ἥττω καὶ φόβον καὶ κίνδυνον ἐπήγαγον Ῥωμαίοις ἤπερ Ἀννίβας: καὶ μόλις ὑπὸ Λικιννίου Κράσσου χειροτονηθέντος ὑπάτου πολλαῖς περιβαλόντες τὴν Ῥώμην συμφοραῖς ἔτει τρίτῳ τῆς ἀρχῆς τοῦ πολέμου παντελῶς ἀπεσβέσθησαν.