Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Τὰ δὲ ἐν Ἰλλυριοῖς Γάϊος Κοσκώνιος ἀνθυπατικὴν ἐξουσίαν ἔχων κατεστήσατο Σάλωνας μὲν μητρόπολιν τῆς Δαλματίας κτησάμενος, τῷ πολέμῳ δὲ ἐπιθεὶς ἔτει δευτέρῳ τέλος.

Ἐν αὐτῷ δὲ τούτῳ τῷ χρόνῳ Μάρκος Αἰμίλιος Λέπιδος ὁ τοῦ Κατούλου συνύπατος τὴν ἐμφύλιον ἐπεχείρησεν ἀνακινῆσαι στάσιν: ἀλλὰ τοῦ προσιόντος θέρους καθῃρέθη. καὶ τὰ γενόμενα παρὰ τοῖς Ἰλλυριοῖς καὶ κατὰ τὴν πόλιν τάχους τε ἕνεκα καὶ τῶν ἔργων αὐτῶν ἠξιώθη θριάμβων.

Καὶ Ῥώμη δὲ ἕκτον καὶ ἑβδομηκοστὸν ἐπὶ τοῖς ἑξακοσίοις ἔτος ἦν. κατὰ δὴ τοῦτον τὸν καιρὸν ἐκτὸς μὲν Λούκιος Λούκουλλος καὶ Μάρκος Αὺρήλιος Κόττας ἦσαν ὕπατοι. Νικομήδης δὴ ὁ Βιθυνῶν τελευτῶν παρέπεμψε τὴν βασιλείαν Ῥωμαίοις. Μιθριδάτης δὲ μικρὰ τῶν σπονδῶν φροντίσας κατὰ τῆς Βιθυνίας καὶ Ἀσίας ἔφοδον ἐμελέτησεν. ἀμφοτέρων δὲ τῶν ὑπάτων ἐπ̓ αὐτὸν ὁρμηθέντων νῦν μὲν ἐκράτει, νῦν δὲ ἧττον εἶχε Ῥωμαίων: καὶ Κόττας μὲν πρὸ Καλχηδόνος τῆς ἐπὶ τῷ Βοσπόρῳ συμμίξας ἡττᾶται καὶ καταφεύγει πρὸς τὸ ἄστυ. Μιθριδάτης δὲ τὴν πολιορκίαν τρίβειν αὐτῷ τοὺς χρόνους οἰηθεὶς ἔδραμεν ἐπὶ τὴν Κύζικον ὡς ὁρμητηρίῳ χρησάμενος αὐτῇ κατὰ πάσης τῆς Ἀσίας: οὐ μὴν οἷον ἤλπισεν ἔσχε τέλος. Λούκουλλος γὰρ αὐτῷ προσκαθεσθεὶς καὶ πολιορκοῦντα πολιορκήσας λιμῷ τε πιέσας αὐτόν τε καὶ τὸ στρατόπεδον συνελαύνει τὸν Μιθριδάτην εἰς τὸ Βυζάντιον, ἐφ̓ οὗ νῦν ἐστιν ἡ Κωνσταντινούπολις. καὶ μετὰ ταῦτα τοῖς στρατηγοῖς αὐτοῦ μαχεσάμενος τὸ πολὺ διέφθειρε τοῦ στρατοῦ, ὡς ἑκατὸν ἀνδρῶν χιλιάδας πεσεῖν ὑφ̓ ἑνὶ χειμῶνι καὶ θέρει.