Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Καταλαμβάνει τοίνυν τὴν Ἀλεξάνδρειαν ὁ Καίσαρ. ῥάπτοντος δὲ καὶ ἐπ̓ αὐτῷ τοῦ Πτολεμαίου τινὰς ἐπιβουλάς τε καὶ ἐνέδρας ἐκινήθη πρὸς πόλεμον Καίσαρ: καὶ ἡττηθεὶς ὁ Πτολεμαῖος καὶ φυγὼν ἐν ταῖς ὄχθαις τοῦ Νείλου τὸν βίον ἐτελεύτησεν, ὥστε αὐτοῦ τὸν νεκρὸν τῷ θώρακι κεκαλυμμένον ἔτι προσκομισθῆναι τῷ Καίσαρι. τότε τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν εἰσελθὼν καὶ τῶν πραγμάτων κύριος γενόμενος τῇ τοῦ τετελευτηκότος ἀδελφῇ Κλεοπάτρᾳ τὴν βασιλείαν δέδωκεν ἐξ αἰτίας αἰσχρᾶς αὐτῇ συνήθης γεγενημένος. ἐπανιὼν δὲ ἐκεῖθεν Φαρνάκην τὸν Μιθριδάτου παῖδα σύμμαχον ἐν τῇ κατὰ Θετταλίαν μάχῃ γεγενημένον τῷ Πομπηΐῳ μάχῃ τε ἐνίκησεν, ἤδη ταῖς Ῥωμαϊκαῖς ἐπιόντα πόλεσι ταῖς ὑπὸ τῷ Πομπηΐῳ γεγενημέναις, καὶ τέλος εἰς αὐτοφονίαν συνήλασεν.
Ἐπὶ τούτοις ἐπανῆκεν εἰς τὴν Ῥώμην καὶ τρίτην ἐπήγγειλεν ὑπατείαν, μᾶλλον δὲ αὐτὸς ἑαυτὸν ἐχειροτόνησε καὶ σὺν αὐτῷ Μάρκον Αἰμίλιον Λέπιδον, ὃς ἦν αὐτῷ ἄρχων τῶν ἱππέων γεγενημένος, ὅτε αὐτὸς ἑαυτὸν δικτάτωρα κατέστησε μετὰ τὴν εἰς Ἑλλάδα τῆς συγκλήτου φυγήν. ταῦτα πράξας ἐπὶ τῆς πόλεως τὴν Ἀφρικὴν καταλαμβάνει. ἔνθα δὴ πολλοὶ τῶν ἐπιφανῶν ἀνδρῶν τῆς συγκλήτου τῆς Ῥωμαϊκῆς Ἰόβαν τὸν Μαύρων βασιλέα σύμμαχον λαβόντες κατ̓ αὐτοῦ παρετάττοντο. ἐπὶ τούτοις ἦσαν Πούβλιος Κορνήλιος Σκηπίων, ἀπόγονος τοῦ κληθέντος Ἀφρικανοῦ, κηδεστὴς δὲ Πομπηΐου, καὶ Μάρκος Πετρήϊος καὶ Κύντος Βάρρων καὶ Μάρκος Πόρκιος Κάτων καὶ Λούκιος Κορνήλιος Φαύστος, Σύλλου παῖς. γενομένης οὗν μάχης ἀμφηρίστου πολλάκις ὕστερον ὁ Καίσαρ ἐκράτησεν: καὶ ὁ Σκηπίων μὲν καὶ ὁ Πετρήϊος %5καὶ Ἰόβας ἑαυτοὺς %5ἀνεῖλον, Φαῦστος δὲ κηδεστὴς ὢν ἐπὶ θυγατρὶ τοῦ Πομπηΐου ταῖς τοῦ Καίσαρος ἀνῃρέθη χερσίν.
Ἐνιαυτῷ δὲ ὕστερον πάλιν εἰς τὴν Ῥώμην ὁ Καίσαρ ἐπανελθὼν τέταρτον ἑαυτῷ πραγματεύεται τὴν ἀρχήν: καὶ πρὸς τὰς Ἱσπανίας ὁρμηθεὶς μεγίστην εὗρε παρασκευὴν πολέμου: Πομπήϊοι γάρ, οἱ Πομπηΐου παῖδες ὅ τε Γναίος καὶ Σέξτος, πολλῇ στρατιᾷ συμμίξαντες παρὰ μικρὸν μὲν ἦλθον νίκης, ὥστε φευγόντων τῶν τοῦ Καίσαρος ὁπλιτῶν αὐτὸν βουλεύσασθαι περὶ τῆς ἑαυτοῦ σφαγῆς: οὐ γὰρ ἔφερε μετὰ τοσαύτας νίκας ὑπὸ νέοις γενέσθαι καὶ τῆς ἐκείνων χειρὸς ἕκτον καὶ πεντηκοστὸν ἔτος γεγενημένος. μεταγνοὺς δὲ καὶ ἑαυτὸν ἀναλαβὼν κρατεῖ τῶν Πομπηϊαδῶν μάχῃ καὶ τὸν μὲν πρεσβύτερον ἀνεῖλε, τὸν δὲ ἄλλον εἰς φυγὴν ἔτρεψεν.
Οὐδενὸς οὖν τῆς ἐμφυλίου ταραχῆς λειψάνου περιόντος πρὸς τὴν Ῥώμην ἧκε μεγαλοφρονῶν ὡς εἰκὸς καὶ πολλὰ παρὰ τὴν ἐκ τοῦ παντὸς χρόνου τῆς πόλεως ἐλευθερίαν διεπράττετο: τὰς μὲν τιμὰς παρὰ τὸ τῷ κοινῷ δοκοῦν διδούς, ὦν ὁ δῆμος ἦν ποτε κύριος, τῇ συγκλήτῳ τε οὐχ ὑπανιστάμενος τυράννου τε σαφῶς ἔργα ποιῶν ἐκίνησεν οὖν ἐφ̓ ἑαυτὸν συνωμοσίαν: καὶ συστάντες ἄνδρες ἐκ τῆς συγκλήτου τε καὶ τῶν ἱππέων ἑξήκοντα ἐβουλεύσαντο αὐτῷ φόνον. ἦσαν δὲ ἡγεμόνες τῆς τῶν ἀνδρῶν ἐκείνων συμμορίας οἵ τε δύο Βροῦτοι, τὴν διαδοχὴν ἕλκοντες ἀπὸ τοῦ πρώτου τὴν ὑπατείαν ἔχοντος Βρούτου μετὰ τοὺς ἑπτὰ βασιλέας, καὶ Κάσιος καὶ Σερβίλιος Κάσκας: σύγκλητος μὲν οὖν τηνικαῦτα ἦν: ἧκε δὲ ἐπὶ τὸ βουλευτήριον ὁ Καίσαρ: ἐπελθόντων δὲ ἐκείνων σφάττεται: τρισὶ δὲ καὶ εἴκοσι πληγαῖς τελευτᾷ τὸν βίον.
Ἔννατον οὗν καὶ ἑπτακοσιοστὸν ἔτος ἠνύετο τῇ πόλει μετὰ τὴν Καίσαρος σφαγήν. ἐμφύλιος δὲ ἐκινεῖτο πόλεμος τῆς μὲν συγκλήτου τὸ ἔργον ἐπαινούσης, Ἀντωνίου δέ, ὃς ἦν συνύπατος τῷ Καίσαρι, τοὺς σφαγέας μετιόντος. ταραττομένης δὲ ὡς εἰκὸς τῆς πόλεως πολλοῖς ἐγχειρῶν ἀτόποις Ἀντώνιος ἐχθρὸς Ῥωμαίων καὶ πολέμιος ἀπεφάνθη δόγματι κοινῷ. στρατεύουσι τοίνυν ἐπ̓ αὐτὸν οἵ τε ὕπατοι
Ἀντώνιος μὲν οὗν ἡττηθεὶς ὑπό τε τῶν ὑπάτων καὶ Ὀκταβιανοῦ καταφεύγει πρὸς Λέπιδον. ἐτύγχανε δὲ ὁ Λέπιδος δικτάτωρι μὲν ὑπουργήσας Καίσαρι κατὰ τὴν ἱππικὴν ἀρχήν, δυνάμεως δὲ ἐξάρχων τότε πολλῆς. τελευτησάντων δὲ μετὰ τὴν νίκην τῶν ὑπάτων ἅπας ὑπὸ τὸν Ὀκτάβιον ὁ στρατὸς ἦν. τότε δὲ Λέπιδος Ἀντωνίῳ πραγματεύεται καταλλαγὰς οἰκείως τε ἔχειν αὐτῷ τὸν Ὀκταβιανὸν ἔπεισεν: εἶτα ἐξαίφνης ἐπὶ τὴν Ῥώμην ἔφθασεν Ὀκταβιανὸς τὴν στρατιὰν πᾶσαν ἄγων ὡς τῷ Καίσαρι τιμωρήσων: καὶ λαμβάνει μὲν τὴν ὕπατον ἀρχὴν εἰκοσαετὴς φόβῳ τοῦ δήμου διδόντος: τῆς συγκλήτου τε πολλοὺς δημεύσας ὅπλοις ἐκράτει τῶν πραγμάτων. συμπραττόντων δὲ αὐτῷ Ἀντωνίου καὶ Λεπίδου τὸν Κικέρωνά τε ἀναιροῦσι καὶ ἑτέρους πολλοὺς τῶν ἐπιφανῶν ἀνδρῶν, οὓς ᾤοντο προστήσεσθαι τῆς πολιτείας.
Ἐν τούτοις τῆς Ῥώμης οὔσης Βροῦτος καὶ Κάσιος οἱ τὸν Καίσαρα ἀνῃρηκότες κινοῦσι πόλεμον πολὺν περὶ τὴν Μακεδονίαν ἀθροίσαντες στρατὸν καὶ συμμίξαντες ἐν Ἀμφιπόλει τῆς Μακεδονίας Ὀκταβιανῷ καὶ Ἀντωνίῳ ʽΛέπιδον γὰρ ἔδοξε πρὸς παραφυλακὴν τῆς Ἰταλίας μένειν̓ νικῶσιν, οὐκ ἔξω πληγῆς. Κάσιος γὰρ ἔπεσεν ἐν τῇ μάχῃ. μετὰ ταῦτα δὲ ἀναιρεθέντος καὶ Βρούτου --- --- ---
Μετὰ τοῦτον Πομπήϊος ὁ Πομπηΐου παῖς περὶ τὴν Σικελίαν συνεκρότησε πόλεμον τό τε ὑπολειφθὲν τῆς μετὰ Βρούτου στρατιᾶς ἀγείρας καὶ ἑτέραν ἀξιόμαχον δύναμιν. ἐλθὼν δὲ εἰς χεῖρας Αὐγούστῳ τε καὶ Ἀντωνίῳ μετὰ πολὺν φόβον ἐπὶ σπονδαῖς ἀνεχώρησεν.