Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Ἐντεῦθεν ὁ ἐπάρατος καὶ πολλῶν ἄξιος ὀδυρμῶν ὁ ἐμφύλιος συνέστη πόλεμος, ὃς πρὸς τῷ μεγέθει τῶν συμφορῶν, αἷς περιέβαλε Ῥωμαίους, καὶ τὴν πολιτείαν αὐτοῖς ἐνήλλαξεν. ἔχει δὲ ᾧδε. Καίσαρ ἐπανιὼν ἀπὸ λαμπρῶν οὕτως ἔργων τῶν πρόσθεν εἰρημένων ἐπήγγειλεν δεύτερον αὐτῷ ψηφισθῆναι τὴν ἀρχὴν σφόδρα πεπεισμένος, ὡς οὐδεὶς ἐναντιώσεται. Μαρκέλλου δὲ τοῦ ὑπάτου καὶ Βιβούλου καὶ Πομπηΐου καὶ Κάτωνος ἀντειπόντων προσετάχθη τὸ στράτευμα καταλιπὼν ἐπανήκειν. ὡς οὗν ὑβρισμένος συνεπηγάγετο τὸν στρατὸν ὡς ἐποίσων τῇ πατρίδι πόλεμον. οὗτος ὁ φόβος τούς τε ὑπάτους καὶ τὸν Πομπήϊον καὶ τὴν σύγκλητον ἅπασαν ἐξήγαγε τῆς Ῥώμης καὶ παρεσκεύασε καταφυγεῖν ἐπὶ τὴν Ἑλλάδα καὶ τὰς Ἠπείρους καὶ τὴν Μακεδονίαν, ἀφηγουμένου δὲ τοῦ Πομπηΐου τῆς γνώμης ὁ κατὰ τοῦ Καίσαρος ἐψηφίσθη πόλεμος.

107

Ἀλλ̓ ὁ Καίσαρ ἔρημον τὴν πόλιν εὑρὼν δικτάτωρά τε ἑαυτὸν ἐχειροτόνησε καὶ πρὸς τὰς Ἱσπανίας ἐχώρησε καὶ νικᾷ μάχῃ τὸ στράτευμα τοῦ Πομπηΐου. στρατηγοὶ δὲ ἦσαν αὐτῷ ἄνδρες ἄριστοι Λούκιος Ἀφράνιος καὶ Μάρκος Πετρήϊος καὶ Μάρκος Βάρρων. εἶτ̓ ἐκεῖθεν ἐπὶ τὴν Ἑλλάδα διαβὰς συνέμιξε Πομπηΐῳ: καὶ νικηθεὶς φυγῇ τε ἑαυτὸν ἐπιτρέψας, ἐπειδὴ τὴν νύκτα τὴν ἐπιοῦσαν οὐκ ἐπεξῆλθεν ὁ Πομπήϊος, ἔφη μήτε Πομπήϊον εἰδέναι νικᾶν αὐτόν τε τότε ἂν ἁλῶναι μόνον. συλλέξας τοίνυν ἑαυτὸν καὶ τὰς δυνάμεις συμπλέκεται τῷ Πομπηΐῳ πάλιν ἐν Παλαιοφαρσάλῳ τῆς Θεσσαλίας: καὶ γίγνεται μάχη πλήθει τε μεγίστη καὶ ταῖς προθυμίαις τῶν παραταττομένων. ὁ μὲν γὰρ Πομπήϊος τεσσαράκοντα πεζῶν χιλιάδας ἐπεξῆγεν ἱππέας τε ἑκατὸν πρὸς τοῖς χιλίοις. καὶ συμμαχικὸν ἦν ἐκ τῶν ἑῴων παραγεγενημένον ὡς πλεῖστον: τῶν πολεμούντων τε αὐτῶν τὸ πλέον ἦν ἐκ τῆς ἐπιφανοῦς συμμορίας συγκλητικῶν τε καὶ πραιτωρίων καὶ ὑπατικῶν καὶ τῶν ἐν ἐπαρχίαις πολέμους τε νενικηκότων καὶ τούτοις τὰ πολλὰ τῇ Ῥώμῃ κτησαμένων. Καίσαρ δὲ τρισμυρίοις μὲν πεζοῖς ἐμάχετο, χιλίοις δὲ ἱππεῦσι.

Καὶ εἴ τις συναριθμήσειε τὰς Ῥωμαϊκὰς στρατιάς, οὐδεπώποτε εὑρήσειε τοσοῦτον πλῆθος ἐκ τῆς Ῥώμης ἐν ὅπλοις γεγενημένον οὐδέ γε ὑπὸ στρατηγοῖς τοιούτοις. ὡς ὤφειλέν γε ἡ χεὶρ αὕτη μετὰ τούτων τῶν ἡγεμόνων καθ̓ ἑτέρων χωρεῖν: ῥᾷστα γὰρ ἂν τῆς γῆς ἁπάσης ἐβασίλευσαν. γίνεται δὴ καρτερὰ μάχη καὶ μετὰ πολὺν τὸν κόπον ἡττᾶται Πομπήϊος καὶ τῶν μὲν παρεμβολῶν ὁ Καίσαρ καθίσταται κύριος. καταφεύγει δὲ αὐτὸς ἐπὶ τὸν Αἰγύπτου βασιλέα Πτολεμαῖον, ᾧ μικρὸν πρόσθεν ὑπὸ

109
τῆς συγκλήτου ἐδέδοτο κηδεμὼν νεωτέρῳ ὄντι καὶ ὑποσπόνδῳ Ῥωμαίοις, ᾔτει τε παῤ αὐτοῦ συμμαχίαν. ἀλλ̓ ἐκεῖνος περὶ πλείονος ποιησάμενος τὴν τοῦ Καίσαρος εὐημερίαν τῆς πρὸς Πομπήϊον σχέσεως ἀναιρεῖ τε αὐτὸν καὶ τὴν κεφαλὴν αὐτοῦ μετὰ τοῦ δακτυλίου πέμπει τῷ Καίσαρι. τούτων ἡ θέα δάκρυσιν ἐτιμήθη παρὰ τοῦ Καίσαρος ἀναμιμνησκομένου μὲν τὴν τοῦ ἀνδρὸς ἀρετήν, ἀλγοῦντος δὲ καὶ διὰ τὴν ἀπὸ τοῦ γάμου συγγένειαν: γαμβρὸς γὰρ ἦν αὐτῷ γεγενημένος.