Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Ἑξακοσιοστῷ δὲ καὶ ἐννενηκοστῷ τῆς πόλεως ἔτει τὴν μὲν ἀρχὴν εἶχον Ἰούλιος Σιλβανὸς καὶ Λούκιος Μουρήνας. θρίαμβοι δὲ ἐψηφίσθησαν Μετέλλῳ μὲν ὑπὲρ τοῦ Κρητικοῦ πολέμου: Πομπηΐῳ δὲ τῶν πειρατῶν τε ἕνεκα καὶ Μιθριδάτου. ἐγένετο δὲ οὗτος ἐπιφανέστατος τῶν πώποτε θρίαμβος πρὸ τοῦ ἅρματος ἀγομένων τῶν τοῦ Μιθριδάτου παίδων καὶ τοῦ Τιγράνου παιδὸς καὶ Ἀριστοβούλου τοῦ βασιλέως τῆς Ἰουδαίας, χρυσοῦ τε καὶ ἀργύρου ὅσον μέγιστον εἰπεῖν προπομπεύοντος: ἅπας τότε ἡσύχαζε πόλεμος.
Τρίτῳ δὲ πρὸς τοῖς εἰρημένοις Ἰούλιος Καίσαρ ὁ μετὰ ταῦτα τὴν πολιτείαν μεταστήσας μετὰ Λουκίου Βιβούλου παρελθὼν εἰς τὴν ὑπατείαν Γάλλοις τε καὶ Ἰλλυριοῖς ἐκ ψηφίσματος ἐπεπέμφθη μετὰ δέκα ταγμάτων, ἅπερ αὐτοὶ καλοῦσι λεγεῶνας: καὶ νικᾷ τοὺς Ἑλβητίους τότε πρῶτον ἡττηθέντας: Σησκουανοὶ δὲ οὗτοι νῦν προσαγορεύονται. συνάπτων δὲ μάχαις μάχας καὶ νίκαις νίκας ἄχρις αὐτοῦ προῆλθε τοῦ Ὠκεανοῦ καὶ τῶν νήσων τῶν Βρεττανῶν. ἔτεσι δὲ ἐννέα Γάλλους ἅπαντας