Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Οὕτω τῶν πραγμάτων κατὰ γῆν ἐχόντων ἐκ θαλάττης ἐκινήθη πόλεμος λῃστῶν αὐτὴν πανταχόθεν ὡς μήτε τοῖς ἐμπόροις μήτ̓ ἄλλοις αὐτὴν εἶναι πλεῖν. τοῦτον ὁ Πομπήϊος ψηφίσματι τῆς πόλεως ἐπιτραπέντα ἐν μικρῷ χρόνῳ καὶ μετὰ λαμπρᾶς ἔπαυσε τῆς τύχης. καὶ μετέστη πρὸς Μιθριδάτην τε καὶ Τιγράνην: καὶ τὸν Μιθριδάτην μὲν ἐν Ἀρμενίᾳ τῇ δευτέρᾳ νυκτομαχίᾳ νικήσας τάς τε παρεμβολὰς εἷλεν καὶ τεσσαράκοντα χιλιάδας διέφθειρε τοῦ τῶν πολεμίων στρατοῦ εἴκοσι τῶν ἑαυτοῦ μαχητῶν ἀποβαλὼν καὶ ἑκατοντάρχους δύο. αὐτόν τε Μιθριδάτην

101
μετὰ τῆς γαμετῆς συνελάσας εἰς φυγὴν ἐπὶ τὸν Τιγράνην ἐχώρησεν. ἀλλ̓ ὁ μὲν Μιθριδάτης ὑπὸ τῆς συμφορᾶς χαλεπῶς τοῖς οἰκείοις κεχρημένος ἐπαναστάντος αὐτῷ τοῦ παιδὸς Φαρνάκου καί τινων ἐκ τοῦ στρατοῦ φαρμάκῳ τὴν τελευτὴν ηὕρατο: καὶ τοῦτο ἔσχε πέρας τοῦ βίου περὶ τὸν Βόσπορον ἀνὴρ ἔργῳ τε καὶ βουλαῖς ἄριστος καὶ τήν τε βασιλείαν ἑξήκοντα κατασχὼν ἔτεσι, τῆς δὲ ἡλικίας προβὰς εἰς ἑβδομήκοντα καὶ δύο. ὁ δὲ Ῥωμαίων πρὸς αὐτὸν πόλεμος τεσσαράκοντα ἔτη ἐγένετο.

Τιγράνης δὲ παρέδωκεν ἑαυτὸν Πομπηΐω δεκάτῳ καὶ ἕκτῳ σημείῳ τοῦ στρατοπέδου ἀπέχοντος τοῦ Πομπηΐου τοῦ Ἀρταξάτου φρουρίου: καὶ τὸ διάδημα τὸ βασιλικὸν αὐτῷ προσεκόμισε καὶ προσέπεσε πρὸς τὰ γόνατα. ἀλλ̓ ἐκ μεγαλοφροσύνης ὁ Πομπήϊος τόν τε στέφανον αὖθις ἐπέθηκεν αὐτοῦ τῇ %5κεφαλῇ καὶ πάσης μετέδωκε τιμῆς μέρος τῆς βασιλείας ἀφελόμενος καὶ χρήμασι σωφρονίσας: Συρίαν μὲν γὰρ καὶ Φοινίκην %5καὶ Σωφανήνην περιέκοψεν αὐτοῦ τῆς ἀρχῆς. ἑξακισχίλια δὲ τάλαντα ἀργυρίου καταβαλεῖν ἠνάγκασε τιμωρίαν τοῦ κατὰ Ῥωμαίων ἐγχειρήματος.