Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Σκορδίσκους γὰρ καὶ Δαλμάτας καὶ Δαρδάνους τοὺς μὲν χερσὶ τοὺς δὲ φόβῳ συνῆψε Ῥωμαίοις: ἔνθα δὴ καὶ οἱ τοῦ Μιθριδάτου παραγενόμενοι πρέσβεις τὰ παρὰ τοῦ βασιλέως ἀπήγγειλαν. ὁ δὲ οὐ πρότερον ἔφη περὶ σπονδῶν ἀκούσεσθαι, πρὶν

91
ἂν ἀπολιπὼν ἅπασαν ἣν ἐφόδῳ κατέσχε γῆν ἐπὶ τὴν προτέραν αὐτοῦ βασιλείαν ἐπανέλθοι: ἐπεὶ δὲ καὶ εἰς λόγους ἧλθεν ὁ Μιθριδάτης αὐτῷ, τῶν ἐμφυλίων αὐτὸν καλοῦντων θορύβων ἔδωκε τὰς σπονδάς. ἠβούλετο γὰρ τὰ πολιτικὰ καθιστὰς μηδένα κατόπιν αὐτοῦ πολέμιον ἔχειν. εὐθὺς οὗν ἐπὶ τὴν πόλιν ἔδραμεν, ἤδη τοῦ Μαρίου καὶ Κίννου, ὃν ὕπατον ὁ Σύλλας ἐχειροτόνησε, συμπνευσάντων ἀλλήλοις καὶ πολλὰ κατὰ τὴν Ῥώμην ἐργασαμένων: πολλοὺς γὰρ τῶν συγκλητικῶν διεχρήσαντο καὶ πολλῶν τὰς οὐσίας ἐδήμευσαν: τὴν οἰκίαν τε τοῦ Σύλλου καθελόντες καὶ ἀνατρέψαντες τὴν γαμετὴν καὶ τοὺς παῖδας εἰς φυγὴν ἔτρεψαν: ἀμέλει τῆς συγκλήτου τὸ λειπόμενον ἐπὶ τὸν Σύλλαν ὥρμησεν, ὥστε βοηθῆσαι τοσούτῳ κακῷ. παραγενόμενος οὖν εἰς τὴν Ἰταλίαν ὁ Σύλλας Νορβανὸν καὶ Σκηπίωνα τοὺς ὑπάτους, οἳ κατὰ τὴν Μαρίου ταραχὴν ἐκεχειροτόνηντο, μάχῃ ἐνίκησε: πρῶτον μὲν Νορβανὸν περὶ τὴν Καπύην, οὗ χιλιάδας μὲν ἔφθειρεν ἓξ εἷλε δὲ τοσαύτας ἑτέρας, δεύτερον δὲ τὸν Σκηπίωνα, ὃς καὶ παρέδωκεν ἑαυτὸν σὺν τῷ στρατεύματι.

Γενομένων δὲ ἑτέρων κατὰ τὴν Ῥώμην ὑπάτων, Μαρίου τε τοῦ Μαρίου παιδὸς καὶ Παπιρίου Κάρβωνος, τὸν Μάριον καταπολεμήσας καὶ πεντεκαίδεκα χιλιάδας αὐτοῦ διαχρησάμενος κατέλαβε τὴν πόλιν ἐπακολουθῆσαί τινας φεύγοντι τῷ Μαρίῳ κελεύσας ἐκ τοῦ στρατεύματος, οὓς δείσας ἐκεῖνος ἐπήγαγεν ἑαυτῷ τελευτήν. ἐν δὲ ταύταις πάσαις ταῖς μάχαις, τῇ μὲν πρὸς τοὺς προτέρους ὑπάτους τέσσαρας καὶ εἴκοσι μόνους ἐκ τῆς αὐτοῦ στρατιᾶς ἀπώλεσεν ὁ Σύλλας, τῇ δὲ πρὸς τοὺς ἑτέρους τεσσαράκοντα. μετὰ ταῦτα γίγνεται καὶ ἑτέρα μάχη τῷ Σύλλᾳ πρὸς Λαμπώνιον καὶ Καρινάτην στρατηγοὺς τοῦ Μαρίου κατ̓ αὐτῆς τῆς Ῥώμης τὰ προπύλαια, ὅθιπερ ἡ Κολλίνη καλουμένη πύλη: ἀντετάττοντο δὲ αὐτῷ χιλιάδες ἑβδομήκοντα, τούτων δώδεκα μὲν εὐθὺς προσεχώρησαν τῷ Σύλλᾳ: οἱ λοιποὶ δὲ οἱ μὲν κατ̓ αὐτὴν παράταξιν, οἱ δὲ φεύγοντες, οἱ δὲ πρὸς τὰς παρεμβολὰς καταφεύγοντες ἀνῃρέθησαν: καὶ κόρος οὐκ εἶχε τοὺς φονεύοντας. ἐνταῦθα. δὴ καὶ ὁ Κάρβων ὁ τῶν ὑπάτων ἕτερος φεύγει πρὸς τὴν Σικελίαν κἀκεῖ δέχεται τὴν τελευτὴν ὑπὸ τοῦ Πομπηΐου: τοῦτον γὰρ ὁ Σύλλας νέον ἔτι καὶ πρῶτον ἔτος ἄγοντα πρὸς τοῖς εἴκοσι πολλάκις ἀριστεύσαντα τεθεαμένος ἐπέστησε τῷ κατὰ Σικελίαν στρατῷ.

Καὶ πάσης ἐκράτησε τῆς νήσου μετὰ τὴν Κάρβωνος σφαγήν. δεύτερος οὗν ἐπεκαλεῖτο Σύλλας. ἀπὸ δὲ τῆς Σικελίας ἐπὶ τὴν Ἀφρικὴν διαπλεύσας συμπλέκεται Δομητίῳ ʽΜαρίου καὶ οὗτος ἦν στρατηγόσ̓ καὶ αὐτόν τε ἀναιρεῖ καὶ τὸν Ἰέρδαν

93
Μαυρῶν βασιλεύοντα, συμμαχοῦντα τῷ Δομητίῳ. ὡς οὖν καὶ τῶν ἐμφυλίων κεκρατηκὼς ὁ Σύλλας τὸν κατὰ Μιθριδάτου θρίαμβον ἀπεπλήρωσε. καὶ Πομπήϊος δὲ πρῶτος τοῦτο λαχὼν ἐν νεότητι τὸ γέρας εἰκοστῷ καὶ τετάρτῳ τῆς ἡλικίας ἔτει κατὰ τῶν Ἄφρων ἐθριάμβευσεν. οὕτως ἐτελεύτησαν ὅ τε Ἰταλικὸς πόλεμος καὶ ὁ ἐμφύλιος πόλεμος ἐπὶ δεκάτῳ ἐκταθέντες ἐνιαυτῷ, ὀλεθριώτατοι γενόμενοι τῇ Ῥώμῃ. κατ̓ αὐτοὺς γὰρ ἀπέβαλον ἑκατὸν καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν ὁπλιτῶν, εἴκοσι δὲ καὶ τέσσαρας ὑπατικοὺς ἄνδρας ἑπτά τε πραιτωρίους, αἰδιλικίους ἑξήκοντα, συγκλητικοὺς δὲ ἀμφὶ τοὺς διακοσίους. ἡ δὲ τῶν αἰδιλικίων ἀρχή τις ἦν, ἧς πρώτης οἱ παριόντες ἐπὶ τὰ πράγματα τῆς πόλεως ἐτύγχανον.