Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Ἑβδομήκοντα δὲ τῶν Ἠπειρωτικῶν πόλεων ἀντιταττομένας ἔτι Ῥωμαίοις εἷλε πολιορκίᾳ καὶ τὴν ἐκ τοῦ πολέμου λείαν διένειμε τῷ στρατῷ. σὺν μεγίστῃ τε εἰς τὴν Ῥώμην ἐπανῆκε πομπῇ νεὼς ἐπιβεβηκὼς Μακεδονικῆς, ἣ τοῦ βασιλεύσαντος ἦν Περσέως παμμεγέθης, ὡς δεκαπέντε χωρεῖν ἐρέτας ἐξ ἀμφοτέρων τῶν πλευρῶν. καὶ ἀποβὰς ἐθριάμβευσεν ἐφ̓ ἅρματος χρυσοῦ τοῖς δύο παισὶ περιεστοιχισμένος προτρεχόντων τοῦ ἅρματος αὐτοῦ Περσέως πέντε καὶ τετταράκοντα γεγονότος ἐνιαυτοὺς καὶ υἱέων δύο. ἐδόθη δὲ καὶ Ἀννίῳ κατὰ τῶν Ἰλλυρίων θρίαμβος, οὗ καὶ αὐτοῦ προεπόμπευσαν Γέντιός τε καὶ ὁ ἀδελφὸς Γεντίου καὶ οἱ παῖδες. τούτων τῶν θριάμβων μετέσχον εἰς τὴν Ῥώμην ἀφικόμενοι Ἀτταλός τε καὶ Εὐμενὴς ἐκ τῆς Ἀσίας καὶ Προυσίας ἐκ τῆς Βιθουνίας. δῶρά τε προσεκόμισαν, ἃ προσιέμενοι Ῥωμαῖοι προσέταξαν ἐναποτεθῆναι τῷ Καπετωλίῳ. Προυσίας δὲ καὶ τὸν υἱέα τὸν ἑαυτοῦ Νικομήδη παρεκατέθετο τῷ δήμῳ.
Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Λούκιος Μέμμιος τοὺς Λυσιτανοὺς ἐνίκησε πολέμῳ καὶ μετὰ τοῦτον Μάρκελλος.