Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Τούτους διαδέχονται τοὺς ὑπάτους Λούκιος Κορνήλιος Σκηπίων ʽἀδελφὸς ὢν τοῦ κληθέντος Ἀφρικανοῦ καὶ ὁ ἀδελφὸς αὐτῷ χειροτονεῖται ληγάτοσ̓ καὶ Γάϊος Λαίλιος: καὶ φέρεται κλήρῳ τὰ τοῦ πολέμου τοῦ πρὸς Ἀντίοχον ἐπὶ τὸν Σκηπίωνα. καὶ πρότερον μὲν ναυμαχίᾳ τῆς βασιλικῆς ἐκράτησε στρατιᾶς: ἡγεμόνα δὲ εἶχεν Ἀννίβαν ὁ στόλος: ἔπειτα δὲ καὶ αὐτὸν Ἀντίοχον ἐν Μαγνησίᾳ τῇ πρὸς Σιπύλῳ τῆς Ἀσίας νικᾷ τε καὶ εἰς φυγὴν φυγὴν τρέπει: κοινωνὸς δὲ αὐτῷ ταύτης ἐγένετο τῆς μάχης Εὐμενὴς Ἀττάλου τοῦ τῆς Ἀσίας βασιλέως ἀδελφός, ὃς ἐπώνυμον ἑαυτῷ πόλιν ἐδείματο τὸ Εὐμένιον: ἐν ταύτῃ τῇ μάχῃ πέντε μυριάσι πεζομάχων καὶ τρισχιλίοις ἱππεῦσιν ἥττων ὁ βασιλικὸς ἐγένετο στρατός. αἰτεῖ γοῦν εἰρήνην Ἀντίοχος καὶ δίδωσιν ἡ σύγκλητος ἐφ̓ αἷς καὶ πρότερον προὔτεινε συνθήκαις οὐ βαρύνασα τὰς σπονδὰς ὡς ἡττημένῳ. αἱ συνθῆκαι δὲ εἶχον ᾧδε: τῆς μὲν Εὐρώπης αὐτὸν καὶ τῆς Ἀσίας ἀποχωρεῖν ἁπάσης: μένειν δὲ ἐπὶ τῶν ἐντὸς τοῦ Ταύρου πρὸς ἀνίσχοντα ἥλιον: εἰσενέγκαι δὲ μυρία τάλαντα καὶ ὁμήρους εἴκοσι παραδοῦναι: τόν τε Ἀννίβαν ἐκδοῦναι ὡς τῶν ταραχῶν ἐκείνῳ τε καὶ αὐτοῖς αἰτιώτατον. τὰ μὲν πρὸς Ἀντίοχον τάδε: Εὐμενεῖ δὲ τῆς συμμαχίας χάριν ἐδωρήθησαν αἱ πόλεις τῆς Ἀσίας, ἃς ἐξελελοίπει κατὰ τὰς σπονδὰς Ἀντίοχος. Ῥοδίοις τε καὶ αὐτοῖς συμμεμαχηκόσι πολλαὶ τῶν πόλεων ὑπακούειν ἐπετάχθησαν. ὁ δὲ Σκηπίων ἐπὶ τούτοις τοῖς ἔργοις ἐθριάμβευσε κτησάμενος καὶ αὐτὸς ἀπὸ τῶν κατορθωθέντων ὄνομα: τοῦτο δὲ ἦν Ἀσιατικός.

Σπουρίου δὲ Ποστουμίου Ἀλβίνου καὶ Κύντου Μάρκου Φιλίππου τὴν ὑπατείαν εἰσδεξαμένων Φούλβιος μὲν κατὰ Αἰτωλῶν ἐθριάμβευσεν: Ἀννίβας δὲ ἀσθενέστερον τὸν Ἀντίοχον ὁρῶν καταφεύγει πρὸς Προυσίαν τὸν Βιθυνῶν βασιλέα. αἰτούντων δὲ

69
αὐτὸν Ῥωμαίων διὰ τοῦ Φλαμινίου παραχρῆμα ἐξεδόθη: καὶ φόβῳ τῆς τιμωρίας φάρμακον σπάσας ἀποθνήσκει: καὶ θάπτουσιν αὐτὸν ἐν Λιβύσσῃ τῆς Βιθυνίας χωρίῳ, καὶ ὁ τάφος ἐς τόδε ὁρᾶται.