Breviarium historiae romanae
Eutropius
Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.
Ἐν τούτῳ τῷ χρόνῳ τελευτᾷ τῆς Ἀσίας ὁ βασιλεὺς Ἄτταλος ὁ Εὐμενοῦς ἀδελφὸς κληρονόμῳ χρησάμενος τῷ δήμῳ Ῥωμαίων: καὶ γίγνεται κύριος τῆς Ἀσίας ὁ δῆμος τῷ τῆς διαδοχῆς δικαίῳ.
Καὶ Βροῦτος δὲ κατὰ Γάλλων καὶ Λυσιτανῶν ἐνδοξότατα ἐθριάμβευσε: καὶ Σκηπίων κατὰ Νουμαντίνων τεσσαρεσκαίδεκα ἔτεσιν ὕστερον τοῦ κατὰ Ἄφρων θριάμβου.
Κατὰ τοῦτον τὸν χρόνον Ἀριστόνικος, ἐκ παλλακῆς παῖς Εὐμενοῦς ὃς ἦν ἀδελφὸς Ἀττάλου, πόλεμον ἤρατο πρὸς Ῥωμαίους ἐπὶ τῆς Ἀσίας αὐτῆς. καὶ πεμφθεὶς ἐπ̓ αὐτὸν Λικίννιος Κράσσος μετὰ πολλοῦ συμμαχικοῦ. Νικομήδης τε γὰρ ὁ Βιθυνίας βασιλεὺς καὶ Μιθριδάτης ὁ Πόντου, πρὸς ὅν μικρὸν ὕστερον μέγιστος καὶ πολυχρόνιος συνέστη πόλεμος, καὶ Ἀριαράθης ὁ Καππαδοκίας καὶ Πυλαιμένης ὁ Παφλαγονίας ἐπίκουροι παρῆσαν. ἡττήθη δὲ ὁ Κράσσος καὶ ἔπεσεν ἐν τῇ παρατάξει: καὶ τὴν μὲν κεφαλὴν ἀποτεμόντες οἱ δορυφόροι προσεκόμισαν Ἀριστονίκῳ, τὸ σῶμα δὲ ἐκεῖνος προσέταξε ταφῆναι καὶ ἡ Σμύρνα τὸν τάφον ἐδέξατο. ἐκδέχεται δὴ καὶ τὴν ἀρχὴν καὶ τὸν πόλεμον ὁ ὕπατος Περπερνᾶς καὶ τὰ πεπραγμένα γνοὺς ἠπείχθη πρὸς τὴν Ἀσίαν καὶ νικήσας τὸν Ἀριστόνικον μάχῃ κατέκλεισεν ἐν Στρατονίκῃ τῇ πόλει: πολιορκίᾳ δὲ καὶ ταύτην κἀκεῖνον ἑλὼν ἐπανιὼν ἐπὶ τὴν Ῥώμην ἐτελεύτησε. Ῥωμαῖοι δὲ τὸν Ἀριστόνικον δήσαντες εἶτα ἀπέπνιξαν.
Μετὰ τοῦτον ἧκε τὰ τῆς ὑπατείας ἐπὶ Λούκιον Καικίλιον Μέτελλον καὶ Τίτον Κύντιον Φλαμίνιον. κατὰ τοῦτον Ῥωμαῖοι τὸν ἐνιαυτὸν προσέταξαν οἰκοδομηθῆναι
Ἑξακοσιοστῷ δὲ καὶ εἰκοστῷ καὶ ἑβδόμῳ τῇς πόλεως ἔτει Γάϊος Κάσιος Λογγῖνος καὶ Σέξτος Δομίτιος Ἀλβίνος ὕπατοι τοῖς ὑπὲρ τὰς Ἄλπεις Γάλλοις ἐπήγαγον πόλεμον καὶ τὴν μεγίστην αὐτῶν πόλιν Ἀρβέρναν περιεκαθέσθησαν. ἡγεῖτο δὲ Γάλλων Βιτούϊτος. μαχεσάμενοι τοίνυν περὶ τὸν Ῥοδανὸν ποταμὸν πολὺν μὲν αὐτῶν στρατὸν ἀνεῖλον, τοσαύτης δὲ ἐπελάβοντο λείας ὥστε ἐκ τῶν στρεπτῶν, οὕς ἐπὶ τῶν τραχήλων εἶχον οἱ πολέμιοι, πολύν τινα χρυσίου σταθμὸν εἰσπέμψαι Ῥωμαίοις. Βιτούϊτος δὲ ὁ στρατηγὸς ἁλοὺς μέρος ἐγένετο τοῦ θριάμβου: καὶ ἐπὶ τούτοις τοῖς ἔργοις ἑκάτερος τῶν ὑπάτων ἐθριάμβευσεν.
Ἐντεῦθεν Πόρκιος Κάτων καὶ Κύντος Μάρκιος Ῥὴξ δέχονται τὴν ἀρχὴν ἑξακοσιοστοῦ καὶ τριακοστοῦ τῆς πόλεως ἔτους. οὗτοι κατήγαγον ἀποικίαν εἰς Γάλλους Νάρβωνα δειμάμενοι πόλιν. καὶ μικρὸν ὕστερον οἱ μετὰ τούτους ὕπατοι Κύντος Καικίλιος Μέτελλος καὶ Κύντος Μούκιος Σκαιβολᾶς κατὰ Δαλματῶν ἐθριάμβευσαν.
Εἶτα οὐ πολλοῖς ὕστερον χρόνοις ὁ ὕπατος Κάτων κατὰ Σκορδίσκων κινήσας πόλεμον ἡττήθη τε αἰσχρῶς καὶ ἀπεχώρησε.
Γαΐου δὲ Καικιλίου Μετέλλου καὶ Γναίου Κάρβωνος ὑπάτων γενομένων οἱ ἀδελφοὶ Μέτελλοι κατὰ τὴν Ῥώμην ἐθριάμβευσαν, ὁ μὲν κατὰ Σαρδῶν, κατὰ Θρᾳκῶν δὲ ἕτερος. τότε φήμη κατέλαβε Ῥωμαίους Γάλλων τοὺς καλουμένους Κίμβρους ἔφοδον κατὰ τῆς Ἰταλίας ποιήσασθαι.