Breviarium historiae romanae

Eutropius

Eutropius. Breviarium historiae romanae. Droysen, Hans, editor. Berlin: Weidmann, 1879.

Μετὰ τούτους Λουκίου Αἰμιλίου διαδεξαμένου τὴν ἀρχὴν πλῆθος Γάλλων ὑπὲρ ἀριθμὸν ἐπὶ τὴν Ἰταλίαν ὥρμησε καὶ τὰς Ἄλπεις ἤδη ʽὄρος δὲ ἐστι τοῦτο Γάλλους Ἰταλῶν διορίζον̓ ὑπερεβεβήκεσαν. ἔνθα δὴ πάσης ὁμοῦ τῆς Ἰταλίας ἐγένετο σύμπνοια καὶ συνεκροτήθη συμμαχικὸν εἰς ὀκτὼ μυριάδας, ὡς ὁ τῆς ἱστορίας συγγραφεὺς ἐξηγήσατο Φάβιος καὶ αὐτὸς τοῦ πολέμου κεκοινωνηκώς. ἀλλ̓οὐ δεηθεὶς τῶν συλλεγέντων ἐπικούρων Αἰμίλιος μετὰ τῆς αὑτοῦ στρατιᾶς κατειργάσατο τοὺς πολεμίους, ὥστε τεσσαράκοντα χιλιάδας πεσεῖν καὶ τὴν νίκην διὰ τοῦτο τῇ ψήφῳ τῆς πόλεως ἐθριάμβευσεν.

Ἐπὶ πλεῖστον δὲ ἡσυχάσαντες οἱ Γάλλοι πολλοῖς ὕστερον χρόνοις πάλιν ἤρξαντο πόλεμον ἐντὸς τῆς Ἰταλίας πρὸς τοὺς Ῥωμαίους: ὕπατοι δὲ ἦσαν Μάρκος Κλαύδιος Μάρκελλος καὶ Γνέος Κορνήλιος Σκηπίων: ἀλλ̓οὐκ εἰς μακρὰν κατελύθησαν. Μάρκελλος γὰρ ἵππον οὐ πολλὴν ἄγων νικᾷ τε αὐτοὺς μάχῃ καὶ τὸν βασιλέα Βουριδόμαρον αὐτοχειρὶ διεχρήσατο. ἐφεξῆς δὲ μετὰ τοῦ συνυπάτου τὸν πάντα κατορθώσας πόλεμον

51
καὶ τὴν Μεδιόλανον ἑλὼν πολύν τε συναγείρας χρημάτων ὄγκον ἐθριάμβευσεν ἐπὶ τῶν ὤμων τὰ λάφυρα φέρων τοῦ πεσόντος βασιλέως.